Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[139]
καὶ τὸ μὲν δὴ πρὸ τοῦ πολεμεῖν φανερῶς συναγωνίζεσθαι Φιλίππῳ δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος: δότε δ᾽, εἰ βούλεσθε, δότ᾽ αὐτῷ τοῦτο. ἀλλ᾽ ἐπειδὴ φανερῶς ἤδη τὰ πλοῖ᾽ ἐσεσύλητο, Χερρόνησος ἐπορθεῖτο, ἐπὶ τὴν Ἀττικὴν ἐπορεύεθ᾽ ἅνθρωπος, οὐκέτ᾽ ἐν ἀμφισβητησίμῳ τὰ πράγματ᾽ ἦν, ἀλλ᾽ ἐνειστήκει πόλεμος, ὅ τι μὲν πώποτ᾽ ἔπραξ᾽ ὑπὲρ ὑμῶν ὁ βάσκανος οὗτος ἰαμβειοφάγος, οὐκ ἂν ἔχοι δεῖξαι, οὐδ᾽ ἔστιν οὔτε μεῖζον οὔτ᾽ ἔλαττον ψήφισμ᾽ οὐδὲν Αἰσχίνῃ περὶ τῶν συμφερόντων τῇ πόλει. εἰ δέ φησι, νῦν δειξάτω ἐν τῷ ἐμῷ ὕδατι. ἀλλ᾽ οὐκ ἔστιν οὐδέν. καίτοι δυοῖν αὐτὸν ἀνάγκη θάτερον, ἢ μηδὲν τοῖς πραττομένοις ὑπ᾽ ἐμοῦ τότ᾽ ἔχοντ᾽ ἐγκαλεῖν μὴ γράφειν παρὰ ταῦθ᾽ ἕτερα, ἢ τὸ τῶν ἐχθρῶν συμφέρον ζητοῦντα μὴ φέρειν εἰς μέσον τὰ τούτων ἀμείνω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

