This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄξιον δὲ καὶ τὸ Καλανοῦ τοῦ Ἰνδοῦ τέλος ἐπαινέσαι: ἄλλος δ᾽ ἂν εἶπεν ὅτι καὶ ἀγασθῆναι. ἐγένετο δὲ τοιοῦτον. Καλανὸς ὁ Ἰνδῶν σοφιστὴς μακρὰ χαίρειν φράσας Ἀλεξάνδρῳ καὶ Μακεδόσι καὶ τῷ βίῳ, ὅτε ἐβουλήθη ἀπολῦσαι αὑτὸν ἐκ τῶν τοῦ σώματος δεσμῶν, ἐνένηστο μὲν ἡ πυρὰ ἐν τῷ καλλίστῳ προαστείῳ τῆς Βαβυλῶνος, καὶ ἦν τὰ ξύλα αὖα καὶ πρὸς εὐωδίαν εὖ μάλα ἐπίλεκτα κέδρου καὶ θύου καὶ κυπαρίττου καὶ μυρσίνης καὶ δάφνης: αὐτὸς δὲ γυμνασάμενος γυμνάσιον τὸ εἰωθός ῾ἦν δὲ αὐτὸ δρόμοσ᾽, ἀνελθὼν ἐπὶ μέσης τῆς πυρᾶς ἔστη ἐστεφανωμένος καλάμου κόμῃ. καὶ ὁ μὲν ἥλιος αὐτὸν προσέβαλλεν, ὃ δὲ αὐτὸν προσεκύνει, καὶ τοῦτο ἦν τὸ σύνθημα ἐς τὸ ἐξάπτειν τὴν πυρὰν τοῖς Μακεδόσι. καὶ τὸ μὲν δέδρατο, ὃ δὲ περιληφθεὶς ὑπὸ τῆς φλογὸς ἀτρέπτως εἱστήκει, καὶ οὐ πρότερον ἀνετράπη πρὶν ἢ διελύθη. ἐνταῦθά φασιν ἐκπλαγῆναι καὶ τὸν Ἀλέξανδρον καὶ εἰπεῖν ὅτι μείζονας ἀντιπάλους αὐτοῦ Καλανὸς κατηγωνίσατο. ὃ μὲν γὰρ πρὸς Πῶρον καὶ Ταξίλην καὶ Δαρεῖον διήθλησεν, ὁ δὲ Καλανὸς πρὸς τὸν πόνον καὶ τὸν θάνατον. [p. 74]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

