Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
section:
section 1section 2section 3section 4section 5section 6section 7section 8section 9section 10section 11section 12section 13section 14section 15section 16section 17section 18section 19section 20section 21section 22section 23section 24section 25section 26section 27section 28section 29section 30section 31section 32section 33section 34section 35
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ
book 6
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
book 8
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὀλίγῳ δὲ ὕστερον χρήματα Καβάδης τῷ Ἐφθαλιτῶν βασιλεῖ ὤφειλεν, ἅπερ ἐπεὶ ἀποτιννύναι οἱ οὐχ οἷός τε ἦν, Ἀναστάσιον τὸν Ῥωμαίων αὐτοκράτορα ᾔτει ταῦτά οἱ δανεῖσαι τὰ χρήματα: ὁ δὲ κοινολογησάμενος τῶν ἐπιτηδείων τισὶν ἐπυνθάνετο εἴ γέ οἱ ταῦτα ποιητέα εἴη. [2] οἵπερ αὐτὸν τὸ συμβόλαιον ποιεῖσθαι οὐκ εἴων. ἀξύμφορον γὰρ ἀπέφαινον εἶναι βεβαιοτέραν τοῖς πολεμίοις χρήμασιν οἰκείοις ἐς τοὺς Ἐφθαλίτας τὴν φιλίαν ποιήσασθαι, οὓς δὴ ἐς ἀλλήλους [p. 50] ξυγκρούειν ὅτι μάλιστα σφίσιν ἄμεινον εἶναι. [3] διὸ δὴ Καβάδης ἐξ αἰτίας οὐδεμιᾶς ἔγνω ἐπὶ Ῥωμαίους στρατεύεσθαι. καὶ πρῶτα μὲν αὐτάγγελος Ἀρμενίων τῇ χώρᾳ ἐπῆλθε, καὶ αὐτῆς τὰ πολλὰ ἐξ ἐπιδρομῆς ληισάμενος ἐς Ἄμιδαν πόλιν ἐν Μεσοποταμίᾳ κειμένην ἐκ τοῦ αἰφνιδίου ἀφίκετο, ἧς δὴ χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίστατο. [4] Ἀμιδηνοὶ δὲ στρατιωτῶν μέν, ἅτε ἐν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν, οὐ παρόντων σφίσι, καὶ ἄλλως δὲ ἀπαράσκευοι παντάπασιν ὄντες, ὅμως τοῖς πολεμίοις ὡς ἥκιστα προσχωρεῖν ἤθελον, ἀλλὰ τοῖς τε κινδύνοις καὶ τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον. [5] Ἦν δέ τις ἐν Σύροις ἀνὴρ δίκαιος, Ἰάκωβος ὄνομα, ᾧ τὰ ἐς τὸ θεῖον ἐς τὸ ἀκριβὲς ἤσκητο. οὗτος ἐν χωρίῳ Ἐνδιήλων, διέχοντι Ἀμίδης ἡμέρας ὁδῷ, πολλοῖς ἔμπροσθεν χρόνοις αὑτὸν καθεῖρξεν, ὅπως δὴ ἀδεέστερον τὰ ἐς τὴν εὐσέβειαν μελετᾶν δύνηται. [6] καὶ αὐτοῦ οἱ ταύτῃ ἄνθρωποι ὑπουργοῦντες τῇ γνώμῃ δρυφάκτοις τισὶ περιέβαλον, οὐ ξυνημμένοις μέντοι, ἀλλὰ χωρὶς πεπηγόσιν ἀλλήλων, ὥστε ὁρᾶν τε τοὺς προσιόντας καὶ ξυγγίνεσθαι οἷόν τε εἶναι. [7] καὶ στέγος τι αὐτῷ ἐτεκτήναντο βραχὺ ὕπερθεν, ὅσον ὄμβρους τε καὶ νιφετοὺς ἀποκρούεσθαι. ἐνταῦθα οὗτος ὁ ἀνὴρ ἐκ παλαιοῦ καθῆστο, πνίγει μὲν ἢ ψύχει ὡς ἥκιστα εἴκων, σπέρμασι δέ τισιν ἀποζῶν, οἷσπερ οὐ καθ̓ ἡμέραν, ἀλλὰ χρόνου πολλοῦ σιτίζεσθαι εἰώθει. [8] τοῦτον οὖν τὸν [p. 52] Ἰάκωβον τῶν τινες Ἐφθαλιτῶν καταθέοντες τὰ ἐκείνῃ χωρία εἶδον, καὶ τὰ τόξα σπουδῇ πολλῇ ἐντεινάμενοι βάλλειν ἤθελον. πᾶσι δὲ ἀκίνητοι αἱ χεῖρες γεγονυῖαι τὰ τόξα ἐνεργεῖν οὐδαμῆ εἶχον. [9] ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο. [10] Καβάδης μὲν οὖν: αἰτεῖν τὸν ἄνδρα ἐκέλευεν ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη, χρήματα οἰόμενος αὐτὸν μεγάλα αἰτήσειν, καί τι καὶ νεανιευσάμενος ὡς οὐδενὸς πρὸς αὐτοῦ ἀτυχήσει. [11] ὁ δέ οἱ τοὺς ἀνθρώπους ἐδεῖτο χαρίζεσθαι ὅσοι ἐν τῷ πολέμῳ τούτῳ καταφεύγοντες παῤ αὐτὸν ἵκωνται. ταύτην Καβάδης τὴν δέησιν ἐπιτελῆ ἐποίει καὶ γράμματα ἐδίδου τῆς ἀσφαλείας ἐνέχυρα. πολλοὶ γοῦν πανταχόθεν ξυρρέοντες ἐνταῦθα ἐσώζοντο: περιβόητος γὰρ ἡ πρᾶξις ἐγένετο. ταῦτα μὲν ὧδέ πη ἔσχε. [12] Καβάδης δὲ Ἄμιδαν πολιορκῶν κριὸν τὴν μηχανὴν πανταχόσε τοῦ περιβόλου προσέβαλε. καὶ Ἀμιδηνοὶ μὲν τὴν ἐμβολὴν ἀεὶ δοκοῖς τισιν ἐγκαρσίαις ἀνέστελλον, ὁ δὲ οὐκ ἀνῆκεν, ἕως ταύτῃ ἀνάλωτον εἶναι τὸ τεῖχος ἔγνω. [13] πολλάκις γὰρ ἐμβαλὼν καθελεῖν τι τοῦ περιβόλου ἢ κατασεῖσαι ἥκιστα ἴσχυσεν, οὕτως ἀσφαλῶς ἡ [p. 54] οἰκοδομία τοῖς δειμαμένοις τὸ παλαιὸν εἴργαστο. [14] τούτου δὲ Καβάδης ἀποτυχών, λόφον τινὰ χειροποίητον ἐπιτείχισμα τῇ πόλει ἐποίει μέτρῳ πολλῷ ὑπεραίροντα τοῦ τείχους τὸ μῆκος, οἵ τε πολιορκούμενοι ἐντὸς τοῦ περιβόλου ἀρξάμενοι κατώρυχα μέχρι ἐς τὸν λόφον ἐποίουν, καὶ λάθρα ἐνθένδε τὸν χοῦν ἐκφοροῦντες κενὰ ἐπὶ πλεῖστον τὰ ἐντὸς τοῦ λόφου εἰργάσαντο. τὰ μέντοι ἐκτὸς ἐφ̓ οὗπερ ἐγεγόνει σχήματος ἔμενεν οὐδενὶ αἴσθησιν παρεχόμενα τοῦ πρασσομένου. [15] πολλοὶ μὲν οὖν Πέρσαι ὥσπερ ἐπ̓ ἀσφαλοῦς ἀναβαίνοντες ἔν τε τῇ ἄκρᾳ ἐγένοντο καὶ βάλλειν ἐνθένδε κατὰ κορυφὴν τοὺς ἐν τῷ περιβόλῳ διενοοῦντο. τοῦ δὲ ὁμίλου δρόμῳ ἐπιρρέοντος ἐμπεσὼν ὁ λόφος ἐκ τοῦ αἰφνιδίου σχεδόν τι ἅπαντας ἔκτεινε. [16] Καβάδης δὲ τοῖς παροῦσιν ἀπορούμενος τὴν προσεδρείαν διαλύειν ἔγνω, καὶ τῷ στρατοπέδῳ ἀναχωρεῖν ἐς τὴν ὑστεραίαν ἐπήγγειλε. [17] τότε δὴ οἱ πολιορκούμενοι, ἅτε τοῦ κινδύνου ἀφροντιστήσαντες, πολλὰ τοὺς βαρβάρους ξὺν γέλωτι ἀπὸ τοῦ περιβόλου ἐτώθαζον. [18] καί τινες ἑταῖραι ἀνελκύσασαι κόσμῳ οὐδενὶ τὴν ἐσθῆτα Καβάδῃ ἄγχιστά που ἑστηκότι ἐδείκνυον ὅσα τῶν γυναικῶν γυμνᾶ φανῆναι ἀνδράσιν οὐ θέμις. [19] ὅπερ κατιδόντες οἱ μάγοι τῷ τε βασιλεῖ ἐς ὄψιν ἦλθον καὶ τὴν ἀναχώρησιν ἐκώλυον, ξυμβαλεῖν ἰσχυριζόμενοι τῷ γεγονότι ὡς ἅπαντα Καβάδῃ Ἀμιδηνοὶ τά τε ἀπόρρητα καὶ κρυπτόμενα οὐκ ἐς μακρὰν δείξουσιν. οὕτω μὲν τὸ Περσῶν στρατόπεδον αὐτοῦ ἔμεινεν. [p. 56] [20] Ἡμέραις δὲ τῶν τις Περσῶν οὐ πολλαῖς ὕστερον ἄγχιστα τῶν πύργων τινὸς ἐκβολὴν ὑπονόμου παλαιοῦ εἶδεν οὐ ξὺν τῷ ἀσφαλεῖ κεκαλυμμένην, ἀλλὰ χάλιξι σμικραῖς τε καὶ οὐ λίαν συχναῖς. [21] νύκτωρ τε μόνος ἐνταῦθα ἥκων καὶ τῆς εἰσόδου ἀποπειρασάμενος ἐντὸς τοῦ περιβόλου ἐγένετο. ἅμα δὲ ἡμέρᾳ τὸν πάντα λόγον Καβάδῃ ἀπήγγειλε. καὶ ὃς τῇ ἐπιγινομένῃ νυκτὶ κλίμακας ἐν παρασκευῇ ποιησάμενος ξὺν ὀλίγοις τισὶν ἐνταῦθα ἦλθε. καί τις αὐτῷ δεξιὰ ξυνηνέχθη τύχη τρόπῳ τοιῷδε. [22] τὸν πύργον, ὃς δὴ τοῦ ὑπονόμου ἀγχοτάτω ἐτύγχανεν ὤν, φυλάσσειν τῶν Χριστιανῶν οἱ σωφρονέστατοι ἔλαχον, οὕσπερ καλεῖν μοναχοὺς νενομίκασι. τούτους ἑορτήν τινα τῷ θεῷ ἄγειν ἐνιαύσιον ἐκείνῃ τῇ ἡμέρᾳ τετύχηκεν. [23] ἐπεί τε ἡ νὺξ ἐπεγένετο, ἅπαντες, ἅτε κόπῳ μὲν πολλῷ διὰ τὴν πανήγυριν ὁμιλήσαντες, μᾶλλον δὲ τοῦ εἰθισμένου σιτίων τε καὶ ποτοῦ ἐς κόρον ἐλθόντες, ὕπνον τινὰ ἡδύν τε καὶ πρᾷον ἐκάθευδον καὶ ἀπ̓ αὐτοῦ ὡς ἥκιστα τῶν ποιουμένων ᾐσθάνοντο. [24] Πέρσαι γοῦν διὰ τοῦ ὑπονόμου ἐντὸς τοῦ περιβόλου κατ̓ ὀλίγους γενόμενοι ἐς τὸν πύργον ἀνέβαινον, καὶ τοὺς μοναχοὺς καθεύδοντας ἔτι εὑρόντες, ἔκτειναν ἅπαντας. [25] ὅπερ ἐπεὶ Καβάδης ἔγνω, τὰς κλίμακας τῷ τείχει τούτου δὴ ἄγχιστα τοῦ πύργου προσῆγεν. [26] ἡμέρα δὲ ἦν ἤδη. καὶ τῶν Ἀμιδηνῶν οἳ ἐν πύργῳ τῷ ἐχομένῳ ἐφύλασσον, αἰσθόμενοι τοῦ κακοῦ, κατὰ τάχος ἐβοήθουν ἐνταῦθα. [27] ὠθισμῷ τε πολλῷ ἐπὶ πλεῖστον ἀμφότεροι ἐς [p. 58] ἀλλήλους ἐχρῶντο, καὶ τὸ πλέον ἤδη Ἀμιδηνοὶ ἔχοντες τῶν τε ἀναβεβηκότων πολλοὺς ἔκτεινον καὶ τοὺς ἀπὸ τῶν κλιμάκων ἀνέστελλον, καὶ τοῦ ἀπεῶσθαι τὸν κίνδυνον οὐ μακράν που ἐγένοντο. [28] ἀλλὰ Καβάδης αὐτὸς τὸν ἀκινάκην σπασάμενος καὶ αὐτῷ ἀεὶ δεδισσόμενος ἐς τὰς κλίμακας ὁρμῶν οὐκ ἀνίει τοὺς Πέρσας, θάνατός τε ἦν ἡ ζημία τοῖς ἐνθένδε ἀναστρέφειν τολμῶσι. [29] διὸ δὴ πλήθει πολλῷ οἱ Πέρσαι καθυπέρτεροι τῶν ἐναντίων γενόμενοι ἐνίκησάν τε αὐτοὺς τῇ μάχῃ καὶ κατὰ κράτος ἡ πόλις ἥλω ὀγδοηκοστῇ ἀπὸ τῆς πολιορκίας ἡμέρᾳ. [30] φόνος τε Ἀμιδηνῶν πολὺς ἐγεγόνει, ἕως ἐσελαύνοντι ἐς τὴν πόλιν Καβάδῃ τῶν τις Ἀμιδηνῶν γέρων τε καὶ ἱερεὺς προσελθὼν εἶπεν ὡς οὐ βασιλικὸν τὸ φονεύειν τοὺς ἡλωκότας εἴη. [31] Καβάδης μὲν οὖν θυμῷ ἔτι ἐχόμενος ἀπεκρίνατο, ‘Διὰ τί γάρ μοι πολεμεῖν ἔγνωτε;’ ὁ δὲ ὑπολαβὼν αὐτίκα ἔφη, ‘Ὅτι δὴ ὁ θεὸς οὐχ ἡμετέρᾳ γνώμῃ, ἀλλὰ σῇ ἀρετῇ παραδιδόναι σοι Ἄμιδαν [32] ἤθελε.’ τούτῳ τῷ λόγῳ Καβάδης ἡσθεὶς κτείνειν οὐδένα τὸ λοιπὸν εἴασεν, ἀλλὰ τά τε χρήματα ληίζεσθαι Πέρσας ἐκέλευε καὶ τοὺς περιόντας ἐν ἀνδραπόδων ποιεῖσθαι λόγῳ, καὶ αὑτῷ ἐξελέσθαι ἅπαντας αὐτῶν τοὺς δοκίμους ἐπέστελλεν. [33] Ὀλίγῳ δὲ ὕστερον χιλίους ἐπὶ τῇ φυλακῇ ἐνταῦθα λιπὼν ἄρχοντά τε αὐτοῖς ἐπιστήσας Γλώνην, ἄνδρα Πέρσην, καὶ τῶν Ἀμιδηνῶν ἀνθρώπους τινὰς ὀλίγους οἰκτρούς, οἳ δὴ ἐς τὴν δίαιταν ὑπηρετήσειν Πέρσαις ἔμελλον, αὐτὸς παντὶ τῷ ἄλλῳ στρατῷ τοὺς ἡλωκότας ἔχων ἐπ̓ [p. 60] οἴκου ἀπήλαυνεν. [34] ἐς τούτους δὲ τοὺς αἰχμαλώτους φιλανθρωπίᾳ ἐχρήσατο βασιλεῖ πρεπούσῃ: χρόνου γὰρ ὀλίγου εἰς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκεν ἰέναι, [35] τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν, ὅ τε Ῥωμαίων βασιλεὺς Ἀναστάσιος ἔργα ἐς αὐτοὺς ἐπεδείξατο ἀρετῆς ἄξια: φόρους τε γὰρ τοὺς ἐπετείους ἐς ἔτη ἑπτὰ ξύμπαντας ἀφῆκε τῇ πόλει καὶ αὐτοὺς κοινῇ τε καὶ ἰδίᾳ ἕκαστον πολλοῖς τισιν ἀγαθοῖς ἐδωρήσατο, ὥστε αὐτοῖς λήθην τῶν ξυμβεβηκότων πολλὴν γενέσθαι. ἀλλὰ ταῦτα μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (3 total)
- Cross-references to this page
(1):
- Harper's, Ricĭmer
- Cross-references in general dictionaries to this page
(2):
- LSJ, ἐπικατα-σκοπέω
- LSJ, μονα^χ-ός
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
Citation URI: http://data.perseus.org/citations/urn:cts:greekLit:tlg4029.tlg001.perseus-grc1:1.7
hide
Display Preferences