Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παῤ αὐτῶν
δὲ καὶ δἰ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς
γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων
προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ
σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν
νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον
καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις,
ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς
τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων
οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε
καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.