Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
εἰ δὲ παῤ ἑκατέροις
ἡ τῶν ψιλῶν εἴη βοήθεια, πρῶτοι πρὸ τῆς ἐκ
χειρὸς μάχης ἀκροβολιζέσθων τοῖς ἀντιπάλοις, ἢ
μετὰ τὴν συμπλοκὴν τῆς φάλαγγος ἐκ πλαγίων
ἐπιθέοντες ἀποχρήσθων τοῖς βέλεσιν: συνελαύνονται
γὰρ εἰς ὀλίγον καὶ οὐχ ἧττον θορυβοῦνται
τοῖς τοιούτοις ἀμυντηρίοις.
