previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φαῦλον ποιεῖσθαι, εἶτα πρὸς τῷ μηδὲν ὧν βούλει κατωρθωκέναι καὶ ὧν μὴ βούλει, τούτων αἴτιος αὐτῷ κατασταίης, τὸν δῆμον εἰς ὀργὴν κεκινηκὼς, ταῦτ᾽ οὖν δεδιὼς δεινότατα πάντων ἐξεῦρες, ὅπως καὶ τὴν ὑπόνοιαν ταύτην εὐχερῶς ἀποκρούσῃ καὶ πρὸς δεῖται τῷ Χαβρίου συνάρῃ: πρῶτα μὲν ὡς μάλιστα τῇ πόλει συμφέρειν τὴν ἀτέλειαν φήσας καὶ τούτοις τὸν ἀκροατὴν ὑφελόμενος, ἔπειτα τούτου μνησθείς. καίτοι ὅταν οὐ θαρρούντως οὐδ᾽ ἐλευθέρως, ἀλλὰ δεδιότως τε καὶ ὑπούλως καὶ μετὰ τοῦ πάνυ τοι λανθάνειν ἐθέλειν ἐπὶ ταῦτα χωρῇς, ἔοικας ὧν λέγεις πρῶτος αὐτὸς ἐπιλαμβάνεσθαι καὶ μισεῖν καὶ διὰ τοῦθ᾽ οὕτως σχηματίζειν τε καὶ προάγειν τὸν λόγον. ἀλλὰ μὴν εἰ κατηγοροῦντος καὶ συκοφαντοῦντος ταύτην ἅπαντες ἴσμεν διαφορὰν, τὸ τὸν μὲν τὰ οὐκ ὄντα συμπλάττειν, τὸν δὲ τοῖς οὖσι κακοῖς φαινομένοις ἐπιπηδᾶν, καὶ τὸν μὲν, εἰ καὶ μὴ δικαίας, ἀλλ᾽ οὖν ἔσθ᾽ ὅτ᾽ ἀξιοῦμεν συγγνώμης, τῷ μηδὲν οἴκοθεν καὶ παρ᾽ ἑαυτοῦ συντιθέναι, ἀλλὰ τοῖς οὖσι κεχρῆσθαι, τῷ δὲ ἀπρόσωπος κακία, ποτέρας βούλει μερίδος θησόμεθα σέ; πότερον τῆς μετρίας καὶ παραίτησιν δεχομένης, τῆς φαυλοτάτης τε καὶ κακίστης καὶ παντὸς μίσους ἀξίας, καὶ ἀμφοτέρων ὁμοῦ, ὡς ἔγωγε οἶμαι καὶ νῦν ἀποδείξω; οἷς μὲν γὰρ τὸν νόμον, ὃν μάλιστα θαυμάζειν ἐχρῆν διὰ τὸ τῇ πόλει συμφέρειν, τοῦτον ὡς μηδενὸς ἄξιον διαγράφειν ἐθέλεις, κακίζων καὶ κατατρέχων καὶ μηδενός τινος κατ᾽ αὐτοῦ φειδόμενος ῥήματος, οὐ μόνον κατηγόρων, ἀλλὰ καὶ βασκάνων δόξαν λαμβάνεις.

ὅτι δὲ πρὸς τοῖς εἰρημένοις, ἄνδρες Ἀθηναῖοι, καὶ συκοφαντῶν οἷς ἐν ἀρχῇ τοῦ λόγου κέχρηται δείκνυται αἰσχυνοίμην ἂν ἐμαυτὸν εἰ τοῦτ᾽ ἀποδεικνύναι διὰ πλείστου πειρῴμην. αὐτὰ γὰρ ταῦτ᾽ ἐστὶ καὶ συκοφαντία


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: