This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀριστοτέλης πατρὸς μὲν ἦν Νικομάχου τὸ γένος
καὶ τὴν τέχνην ἀναφέροντος εἰς Μαχάονα τὸν Ἀσκληπιοῦ,
μητρὸς δὲ Φαιστίδος ἀπογόνου τινὸς τῶν ἐκ
Χαλκίδος τὴν ἀποικίαν ἀγαγόντων εἰς Στάγειρα: ἐγεννήθη
δὲ κατὰ τὴν ἐνενηκοστὴν καὶ ἐνάτην Ὀλυμπιάδα
Διοτρεφοῦς Ἀθήνησιν ἄρχοντος τρισὶν ἔτεσι Δημοσθένους
πρεσβύτερος. ἐπὶ δὲ Πολυζήλου ἄρχοντος
τελευτήσαντος τοῦ πατρὸς ὀκτωκαιδέκατον ἔτος ἔχων
εἰς Ἀθήνας ἦλθεν, καὶ συσταθεὶς Πλάτωνι χρόνον
εἰκοσαετῆ διέτριψε σὺν αὐτῷ. ἀποθανόντος δὲ Πλάτωνος
ἐπὶ Θεοφίλου ἄρχοντος ἀπῆρε πρὸς Ἑρμίαν τὸν
[p. 263]
Ἀταρνέως τύραννον καὶ τριετῆ χρόνον παρ᾽ αὐτῷ διατρίψας
ἐπ᾽ Εὐβούλου ἄρχοντος εἰς Μυτιλήνην ἐχωρίσθη:
ἐκεῖθεν δὲ πρὸς Φίλιππον ᾤχετο κατὰ Πυθόδοτον
ἄρχοντα, καὶ διέτριψε χρόνον ὀκταετῆ παρ᾽ αὐτῷ καθηγούμενος
Ἀλεξάνδρου: μετὰ δὲ τὴν Φιλίππου τελευτὴν
ἐπ᾽ Εὐαινέτου ἄρχοντος ἀφικόμενος εἰς Ἀθήνας
ἐσχόλαζεν ἐν Λυκείῳ χρόνον ἐτῶν δώδεκα. τῷ δὲ τρισκαιδεκάτῳ,
μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ Κηφισοδώρου
ἄρχοντος ἀπάρας εἰς Χαλκίδα νόσῳ τελευτᾷ,
τρία πρὸς τοῖς ἑξήκοντα βιώσας ἔτη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.