Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
τρίτην δέ σοι διηγήσομαι, ὦ Μνήσιππε, τὴν Μακέντου ^ φιλίαν καὶ Λογχάτου καὶ Ἀρσακόμα.
ὁ γὰρ Ἀρσακόμας οὗτος ἠράσθη Μαζαίας τῆς Λευκάνορος, τοῦ βασιλεύσαντος ἐν Βοσπόρῳ,
ὁπότε ἐπρέσβευεν ὑπὲρ τοῦ δασμοῦ ὃν οἱ Βοσπορανοὶ ἀεὶ φέροντες ἡμῖν τότε ἤδη τρίτον μῆνα ὑπερήμεροι ἐγεγένηντο. ἐν τῷ δείπνῳ οὖν ἰδὼν τὴν Μαζαίαν μεγάλην καὶ καλὴν παρθένον ἤρα
καὶ πονηρῶς εἶχε.^ τὰ μὲν οὖν περὶ τῶν φόρων
[p. 174] διεπέπρακτο ἤδη, καὶ ἐχρημάτιζεν αὐτῷ ὁ βασιλεὺς καὶ εἱστία, ἤδη αὐτὸν ἀποπέμπων. ἔθος δέ ἐστιν
ἐν Βοσπόρῳ τοὺς μνηστῆρας ἐπὶ τῷ δείπνῳ αἰτεῖν
τὰς κόρας καὶ λέγειν οἵτινες ὄντες ἀξιοῦσι καταδεχθῆναι ἐπὶ τὸν γάμον, καὶ δὴ καὶ τότε ἔτυχον
ἐν τῷ δείπνῳ πολλοὶ μνηστῆρες παρόντες, βασιλεῖς καὶ βασιλέων παῖδες: καὶ ^ Τιγραπάτης ἦν ὁ Λαζῶν δυνάστης καὶ Ἀδύρμαχος ὁ Μαχλυηνῆς ἄρχων καὶ ἄλλοι πολλοί. δεῖ δὲ τῶν μνηστήρων ἕκαστον, προσαγγείλαντα ἑαυτὸν διότι μνηστευσόμενος ἥκει, δειπνεῖν ἐν τοῖς ἄλλοις κατακείμενον ἐφ᾽ ἡσυχίας:
ἐπὰν δὲ παύσωνται δειπνοῦντες, αἰτήσαντα φιάλην ἐπισπεῖσαι κατὰ τῆς τραπέζης καὶ μνηστεύεσθαι τὴν παῖδα πολλὰ ἐπαινοῦντα ἑαυτόν, ὥς τις ἢ γένους
ἢ πλούτου ἢ δυνάμεως ἔχει.^
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.