previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] παύου, Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλ᾽ εἰπέ, τίς γυνή ἐστιν.

Λυκῖνος
οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται; πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι.

Πολύστρατος
οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο ;

Λυκῖνος
οὐδαμῶς, τοῦτο μόνον, τῆς Ἰωνίας ἐστὶν τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, ‘ τοιαῦτα μέντοι,’ ἔφη, ‘τὰ Σμυρναϊκὰ κάλλη: καὶ θαυμαστὸν οὐδέν, εἰ [p. 260] καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.’ ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπ᾽ αὐτῇ.

Πολύστρατος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: