Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
εὕροις δ᾽ ἂν οὐ μόνον ταῦτα περὶ τούτους, ἀλλὰ καὶ ἄλλα πάθη, οἷον λύπας καὶ ὀργὰς καὶ φθόνους καὶ παντοίας ἐπιθυμίας. ὅ γε μὴν παράσιτος ἔξωθεν τούτων ἐστὶν ἁπάντων: οὔτε γὰρ ὀργίζεται
δι᾽ ἀνεξικακίαν καὶ ὅτι οὐκ ἔστιν αὐτῷ ὅτῳ ὀργισθείη: καὶ εἰ ἀγανακτήσειεν δέ ποτε, ἡ ὀργὴ
αὐτοῦ χαλεπὸν μὲν οὐδὲ σκυθρωπὸν οὐδὲν ἀπεργάζεται, μᾶλλον δέ γέλωτα, καὶ εὐφραίνει τοὺς συνόντας. λυπεῖταί γε μὴν ἥκιστα πάντων, τοῦτο
[p. 306] τῆς τέχνης παρασκευαζούσης αὐτῷ καὶ χαριζομένης, μὴ ἔχειν ὑπὲρ ὅτου λυπηθείη: οὔτε γὰρ
χρήματά ἐστιν αὐτῷ οὔτε οἶκος οὔτε οἰκέτης οὔτε γυνὴ οὔτε παῖδες, ὧν διαφθειρομένων πᾶσα ἀνάγκη ἐστὶ λυπεῖσθαι τὸν ἔχοντα αὐτά ἐπιθυμεῖ δὲ
οὔτε δόξης οὔτε χρημάτων, ἀλλ᾽ οὐδὲ ὡραίου τινός.
Τυχιάδης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.