Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
τότε καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ταξιαρχῶν παρ᾽ Ἀλεξάνδρῳ καὶ τιμώμενος παρ᾽
αὐτοῦ μικροῦ δεῖν συγκαθείρχθη λέοντι διαβληθεὶς ὅτι δακρύσειε παριὼν τὸν Ἡφαιστίωνος τάφον. ἀλλ᾽ ἐκείνῳ μὲν βοηθῆσαι λέγεται Περδίκκας ἐπομοσάμενος κατὰ πάντων θεῶν καὶ κατὰ Ἡφαιστίωνος, ὅτι δὴ κυνηγετοῦντὶ οἱ φανέντα ἐναργῆ τὸν θεὸν ἐπισκῆψαι εἰπεῖν Ἀλεξάνδρῳ φείσασθαι Ἀγαθοκλέους: οὐ γὰρ ὡς ἀπιστοῦντα
οὐδὲ ὡς ἐπὶ νεκρῷ δακρῦσαι, ἀλλὰ τῆς πάλαι συνηθείας μνημονεύσαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.