Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
σκεπτόμενος δὲ κατ᾽ ἐμαυτὸν εἰς ἔννοιαν ἦλθον, εἰκὸς εἶναι τοὺς θεοὺς ἀνδρὶ περὶ παιδείαν ἔχοντι ταῦτα προστάσσοντας κελεύειν προσφέρειν σοι τῶν ἀπὸ τῆς τέχνης. ταύτην οὖν αἰσιωτάτην νομίζων τὴν τῶν σῶν γενεθλίων ἡμέραν δίδωμί σοι τοὺς ἱστορημένους εἰς μακρὸν γῆρας ἀφικέσθαι ἐν ὑγιαινούσῃ τῇ ψυχῇ καὶ ὁλοκλήρῳ τῷ σώματι. καὶ γὰρ ἂν καὶ ὄφελος
γένοιτὸ τί σοι ἐκ τοῦ συγγράμματος διπλοῦν
τὸ μὲν εὐθυμία τις καὶ ἐλπὶς ἀγαθὴ καὶ αὐτὸν ἐπὶ μήκιστον δύνασθαι βιῶναι, τὸ δὲ διδασκαλία τις
ἐκ παραδειγμάτων, εἰ ἐπιγνοίης ὅτι οἱ μάλιστα
ἑαυτῶν ἐπιμέλειαν ποιησάμενοι κατά τε σῶμα
[p. 224]
καὶ κατὰ ψυχήν, οὗτοι δὴ εἰς μακρότατον γῆρας ἦλθον σὺν ὑγιείᾳ παντελεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.