Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν ἄνθρωπον ὁ
δ᾽ ἓν ἐκ δυεῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ τῆς Δήμητρος
... ἐν αὐτῇ τελεῖν, καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν: ὁ δ᾽ ἐν τῇ σελήνῃ
τῆς Φερσεφόνης, καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δ᾽ οὐράνιος: λύει δ᾽ αὕτη
μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος,
ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ
[p. 466] τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς
κέκληται: μόνον γὰρ γίγνεται τὸ βέλτιστον τἀνθρώπου
διακρινόμενον αὐτῆς. συντυγχάνει δ᾽ οὕτως
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.