Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ δ᾽ ὕες ἐπὶ τοὺς ποταμίους καρκίνους φέρονται, βοηθοῦνται γὰρ ἐσθίουσαι πρὸς κεφαλαλγίαν: ἡ δὲ χελώνη φαγοῦσα
τὴν σάρκα τοῦ ἔχεως ὀρίγανον ἐπεσθίει: τὴν δ᾽ ἄρκτον λέγουσιν ἀσωμένην τοὺς μύρμηκας ἀναλαμβάνειν τῇ γλώττῃ καὶ καταπίνουσαν ἀπαλλάττεσθαι: τούτων δ᾽ οὔτε πεῖρα καὶ
περίπτωσις γέγονεν αὐτοῖς.
πότερον οὖν, ὥσπερ τὰ κηρία τὴν μέλιτταν τῇ
ὀσμῇ καὶ τὰ κενέβρεια τὸν γῦπα κινεῖ καὶ προσάγεται πόρρωθεν, οὕτως οὖν καὶ σῦς οἱ καρκίνοι καὶ τὴν χελώνην ἡ ὀρίγανος, αἱ δὲ μυρμηκιαὶ τὴν ἄρκτον ὀσμαῖς καὶ ῥεύμασι προσφερέσι καὶ οἰκείοις
ἕλκουσιν, οὐ λογισμῷ τοῦ συμφέροντος ἀγούσης τῆς
αἰσθήσεως: ἢ τὰς ὀρέξεις ἐπιφέρουσι τοῖς ζῴοις αἱ τῶν σωμάτων κράσεις, ἃς αἱ νόσοι ποιοῦσι, διαφόρους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.