This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ μάθημα καὶ ἀγώνισμα κοινότατον ὧν ἡ Ἑλλὰς
ἐνήνοχε καλῶν παρέχων, τὴν ποίησιν, δεικνὺς ὅ τι δὴ καὶ ὁποῖον ἦν ἄρα δεξιότης λόγου, ἐπιὼν ἁπανταχόσε
μδτὰ πειθοῦς ἀφύκτου καὶ χειρούμενος ἅπασαν ἀκοὴν καὶ διάνοιαν Ἑλληνικῆς φωνῆς: τίνος γὰρ ἄξιον ἀληθῶς εἰς θέατρον ἐλθεῖν ἄνδρα πεπαιδευμένον
ἢ Μενάνδρου ἕνεκα; πότε θέατρα
πίμπλαται ἀνδρῶν φιλολόγων, κωμικοῦ προσώπου
δειχθέντος; ἐν δὲ συμποσίοις τίνι δικαιότερον ἡ τράπεζα παραχωρεῖ
καὶ τόπον ὁ Διόνυσος δίδωσι; φιλοσόφοις καὶ φιλολόγοις, ὥσπερ ὅταν οἱ γραφεῖς
ἐκπονηθῶσι τὰς ὄψεις, ἐπὶ τὰ ἀνθηρὰ καὶ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.