οὐδὲ Διὸς Βουλαίου μόνον 1 ἔχρῃζον οὐδ᾽ Ἄρεος Ἐνυαλίου καὶ Στρατίας Ἀθηνᾶς, ἀλλὰ καὶ τὴν Καλλιόπην παρεκάλουν
ἣ δὴ 2 βασιλεῦσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖπραΰνουσα πειθοῖ καὶ κατᾴδουσα 4 τῶν δήμων τὸ αὔθαδες καὶ βίαιον: ἦ που δυνατὸν ἄνθρωπον ἰδιώτην ἐξ ἱματίου καὶ σχήματος δημοτικοῦ πόλιν ἄγειν βουλόμενον ἐξισχῦσαι καὶ κρατῆσαι τῶν πολλῶν, εἰ μὴ λόγον ἔχοι συμπείθοντα καὶ προσαγόμενον;
3