Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ γὰρ γῆν καὶ
θάλατταν ἕκαστος ἔχει κόσμος: ἔχει γὰρ καὶ μέσον ἕκαστος ἴδιον, καὶ
πάθη σωμάτων καὶ μεταβολὰς καὶ φύσιν καὶ δύναμιν, ἣ 1
σῴζει καὶ φυλάττει κατὰ χώραν ἕκαστον. τὸ 2 μὲν γὰρ ἐκτός, εἴτ᾽ οὐδέν ἐστιν εἴτε κενὸν ἄπειρον, οὐ παρέχει
μέσον, ὡς εἴρηται: πλειόνων δὲ κόσμων ὄντων, καθ᾽ ἕκαστόν ἐστιν ἴδιον
μέσον: ὥστε 3 κίνησις ἰδία τοῖς μὲν ἐπὶ
τοῦτο τοῖς δ᾽ ἀπὸ τούτου τοῖς δὲ περὶ τοῦτο, καθάπερ αὐτοὶ διαιροῦσιν.
ὁ δ᾽ ἀξιῶν, πολλῶν μέσων ὄντων, ἐφ᾽ ἓν
μόνον ὠθεῖσθαι τὰ βάρη πανταχόθεν, οὐδὲν διαφέρει τοῦ, πολλῶν ὄντων
ἀνθρώπων, ἀξιοῦντος εἰς μίαν φλέβα τὸ πανταχόθεν αἷμα συρρεῖν καὶ μιᾷ
μήνιγγι τοὺς πάντων ἐγκεφάλους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.