Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ξέρξης μετὰ πεντακοσίων μυριάδων Ἀρτεμισίῳ
προσορμίσας; πόλεμον τοῖς ἐγχωρίοις
κατήγγειλεν: Ἀθηναῖοι δὲ συγκεχυμένοι κατάσκοπον ἔπεμψαν Ἀγησίλαον, τὸν
Θεμιστοκλέους ἀδελφόν, καίπερ Νεοκλέους τοῦ πατρὸς αὐτοῦ κατ᾽ ὄναρ
ἑωρακότος ἀμφοτέρας ἀποβεβληκότα τὰς χεῖρας. παραγενόμενος δὲ εἰς τοὺς βαρβάρους ἐν σχήματι Περσικῷ
Μαρδόνιον ἕνα τῶν σωματοφυλάκων ἀνεῖλεν, ὑπολαμβάνων Ξέρξην εἶναι.
συλληφθεὶς δὲ πρὸς τῶν πέριξ δέσμιος ἤχθη πρὸς τὸν βασιλέα. βουθυτεῖν δὲ τοῦ
προειρημένου μέλλοντος ἐπὶ τῷ τοῦ ἡλίου βωμῷ, τὴν δεξιὰν ἐπέθηκε χεῖρα, καὶ ἀστενάκτως ὑπομείνας τὴν
ἀνάγκην τῶν βασάνων ἠλευθερώθη τῶν δεσμῶν εἰπών ‘πάντες 1
ἐσμὲν τοιοῦτοι Ἀθηναῖοι: εἰ δ᾽ ἀπιστεῖς, καὶ τὴν ἀριστερὰν
ἐπιθήσω’ φοβηθεὶς δὲ ὁ Ξέρξης φρουρεῖσθαι αὐτὸν προσέταξε: καθάπερ
ἱστορεῖ Ἀγαθαρχίδης 2
Σάμιος ἐν δευτέρᾳ τῶν Περσικῶν. Πορσίνας Τούσκων βασιλεὺς πέραν ποταμοῦ Θύμβρεως
στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν [p. 356]
ἀπὸ σιτίων φερομένην
εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν λιμῷ τοὺς προειρημένους ἔτρυχε. τῆς δὲ
συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ
τῶν ὑπάτων ὁμήλικας ἐν ἰδιωτικῷ σχήματι
τὸν ποταμὸν διῆλθεν. ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια
διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι ἀνεῖλεν.
ἀχθεὶς δ᾽ ἐπὶ τὸν βασιλέα τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα καὶ στέξας τὰς
ἀλγηδόνας εὐψύχως ἐμειδίασεν εἰπών
‘βάρβαρε, λέλυμαι, κἂν μὴ θέλῃς: καὶ ἴσθι ἡμᾶς κατὰ σοῦ
τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν’ ὁ
δὲ φοβηθεὶς σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο: καθάπερ ἱστορεῖ
Ἀριστείδης 3 ὁ Μιλήσιος;
ἐν τρίτῃ ἱστοριῶν. 4
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.