Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ κατοικοῦντας Ἕλληνας, τῷ κατὰ Δωδώνην Διὸς ἐχρήσατο μαντείῳ: κελεύσαντος δέ, 1 τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις: οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως ‘Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί;᾽’ συναινέσαντος δ᾽ αἱρεθεὶς οὕτως ἐστρατεύσατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

