This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ μὴν ἥ γε βασιλεία πρὸς τῷ πᾶσαν ἀρχήν ἔχειν ἐν ἑαυτῇ συλλαβοῦσα καὶ ταῖς μεγίσταις ἱερουργίαις καθωσίωται πρὸς τὸ θεῖον ἀλλὰ Ταρκύνιον ἐξέβαλεν ἡ πόλις ἀδικοῦντα, καὶ δι᾽ ἑνὸς ἀνδρὸς ὕβριν ἡ πάτριος ἀρχὴ καὶ κτίσασα τὴν Ῥώμην κατελύθη. τί δὲ οὕτως ἅγιον ἐν Ῥώμῃ καὶ σεμνόν ὡς αἱ περιέπουσαι παρθένοι καὶ φυλάττουσαι τὸ ἄφθιτον πῦρ; ἀλλ᾽ εἴ τις ἂν ἁμάρτῃ αὑτῶν, ζῶσα
[p. 182]
κατορύσσεται: τὸ γὰρ ἄσυλον οὐ φυλάττουσιν ἀσεβοῦσαι εἰς τοὺς θεούς, ὃ διὰ τοὺς θεοὺς ἔχουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

