previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος μὲν ἀπεδείχθη Μᾶρκος Οὐαλλέριος, ἀδελφὸς Ποπλικόλα, καὶ Ποστούμιος Τούβερτος. πραττομένων δὲ τῶν μεγίστων γνώμῃ καὶ παρουσίᾳ Ποπλικόλα δυσὶ μάχαις μεγάλαις Μᾶρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. [2] καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλατίῳ. τῶν δ᾽ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι.

[3] τὰς δ᾽ Ἑλληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως αἴσθησις ἔξω γένοιτο τοῖς παρερχομένοις προεστῶσι καὶ μὴ [p. 556] καταλαμβάνοιντο προϊούσαις ταῖς κλεισιάσιν εἰς τὸν στενωπόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: