Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὅπλα γὰρ συγγενικὰ καί τάξεις ἀδελφαὶ καί κοινὰ σημεῖα καί μιᾶς πόλεως εὐανδρία τοσαύτη καί δύναμις αὐτὴ πρὸς ἑαυτὴν συνέπιπτεν, ἐπιδεικνυμένη τὴν ἀνθρωπίνην φύσιν, ὡς ἐν πάθει γενομένη τυφλόν ἐστι καὶ μανιῶδες, ἦν μὲν γὰρ ἤδη καθ᾽ ἡσυχίαν χρῄζουσιν ἄρχειν καί ἀπολαύειν τῶν κατειργασμένων τὸ πλεῖστον καί κράτιστον ἀρετῇ γῆς καί θαλάσσης ὑπήκοον, ἦν δ᾽ ἔτι τροπαίων καί θριάμβων ἔρωτι βουλομένους χαρίζεσθαι καί διψῶντας ἐμπίπλασθαι Παρθικῶν πολέμων ἢ Γερμανικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

