Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ δὲ Μενύλλου δωρεὰν αὐτῷ καὶ χρήματα διδόντος, ἀπεκρίνατο μήτ᾽ ἐκεῖνον Ἀλεξάνδρου βελτίονα εἶναι μήτε κρείττονα τὴν αἰτίαν ἐφ᾽ ᾗ λήψεται νῦν ὁ τότε μὴ δεξάμενος. ἀλλὰ Φώκῳ γε τῷ παιδὶ λαβεῖν δεομένου τοῦ Μενύλλου, ‘Φώκῳ μὲν,’
εἶπεν, ‘ἐὰν μὲν σωφρονῇ μεταβαλόμενος, ἀρκέσει τὰ τοῦ πατρός: ὡς δ᾽ ἔχει νῦν, οὐδὲν ἱκανόν ἐστιν.’ Ἀντιπάτρῳ δὲ τραχύτερον ἀπεκρίνατο βουλομένῳ τι γενέσθαι δι᾽ αὐτοῦ τῶν μὴ πρεπόντων ‘οὐ δύναται γὰρ,’ εἶπεν, ‘Ἀντίπατρος ἅμα μοι καὶ φίλῳ καὶ κόλακι χρῆσθαι.’
[2]
τὸν δὲ Ἀντίπατρον αὐτὸν εἰπεῖν λέγουσιν ὡς δυεῖν αὐτῷ φίλων Ἀθήνησιν ὄντων, Φωκίωνος καὶ Δημάδου, τὸν μὲν λαβεῖν οὐ πέπεικε, τὸν δὲ διδοὺς οὐκ ἐμπέπληκε. καὶ μέντοι Φωκίων μὲν ὡς ἀρετὴν ἐπεδείκνυτο τὴν πενίαν, ἐν ᾗ τοσαυτάκις Ἀθηναίων στρατηγήσας καὶ βασιλεῦσι φίλοις χρησάμενος ἐγκατεγήρασε, Δημάδης δὲ τῷ πλούτῳ καὶ παρανομῶν ἐκαλλωπίζετο.
[3]
νόμου γὰρ ὄντος Ἀθήνησι τότε μὴ χορεύειν ξένον ἢ χιλίας ἀποτίνειν τὸν χορηγόν, ἅπαντας εἰσαγαγὼν ξένους τοὺς χορεύοντας
[p. 214]
ἑκατὸν ὄντας ἅμα καὶ τὴν ζημίαν ἀνὰ χιλίας ὑπὲρ ἑκάστου εἰσήνεγκεν εἰς τὸ θέατρον. Δημέᾳ δὲ τῷ υἱῷ νύμφην ἀγόμενος, ‘ἐμοῦ μὲν,’ εἶπεν, ‘ὦ
παῖ, τὴν σὴν μητέρα γαμοῦντος οὐδὲ ὁ γείτων ᾔσθετο τοῖς δὲ σοῖς γάμοις καὶ βασιλεῖς καὶ δυνάσται συγχορηγοῦσιν.’
[4]
ἐνοχλούντων δὲ τῷ Φωκίωνι τῶν Ἀθηναίων ὅπως ἀπαλλάξῃ τὴν φρουρὰν πείσας τὸν Ἀντίπατρον, εἴτε μὴ προσδοκῶν πείσειν εἴτε μᾶλλον ὁρῶν σωφρονοῦντα τὸν δῆμον καὶ πολιτευόμενον εὐτάκτως διὰ τὸν φόβον, ἐκείνην μὲν ἀεὶ διωθεῖτο τὴν πρεσβείαν, τὰ δὲ χρήματα μὴ πράττειν, ἀλλὰ μέλλειν καὶ ἀναβάλλεσθαι τὸν Ἀντίπατρον ἔπεισε. μεταβάντες οὖν Δημάδην παρεκάλουν.
[5]
ὁ δὲ
προθύμως ὑπέστη καὶ τὸν υἱὸν ἔχων ἀπῆρεν εἰς Μακεδονίαν, ὑπὸ δαίμονός τινος, ὡς ἔοικεν, εἰς τοῦτο καιροῦ κομισθείς ἐν ᾧ κατείχετο μὲν Ἀντίπατρος ἤδη νόσῳ, Κάσανδρος δὲ τῶν πραγμάτων ἐγκρατὴς γεγονώς εὗρεν ἐπιστολὴν Δημάδου γεγραμμένην πρὸς Ἀντίγονον εἰς Ἀσίαν, παρακαλοῦντος αὐτὸν ἐπιφανῆναι τοῖς περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν, ἐκ παλαιοῦ καὶ σαπροῦ κρεμαμένοις στήμονος, τὸν Ἀντίπατρον οὕτω σκώψαντος.
[6]
ὡς
οὖν εἶδεν αὐτὸν ἀφιγμένον ὁ Κάσανδρος, συνέλαβε, καὶ πρῶτα μὲν τὸν υἱὸν ἐγγὺς προσαγαγὼν ἀπέσφαξεν, ὥστε καταδέξασθαι τοῖς κόλποις τὸ αἷμα τὸν πατέρα καὶ καταπλησθῆναι τοῦ φόνου, μετὰ ταῦτα δὲ εἰς ἀχαριστίαν αὐτὸν καὶ προδοσίαν πολλὰ λοιδορήσας καὶ καθυβρίσας ἀπέκτεινεν.
[p. 216]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

