previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ Τίτος τότε καλλίστου καὶ δικαιοτάτου τοῦ πρὸς Νάβιν ἀρξάμενος πολέμου, τὸν Λακεδαιμονίων ἐξωλέστατον καὶ παρανομώτατον τύραννον, ἐν τῷ τέλει διεψεύσατο τὰς τῆς Ἑλλάδος ἐλπίδας, ἑλεῖν παρασχὸν οὐκ ἐθελήσας, ἀλλὰ σπεισάμενος καὶ προέμενος τὴν Σπάρτην ἀναξίως δουλεύουσαν, εἴτε δείσας μὴ τοῦ πολέμου μῆκος λαμβάνοντος ἄλλος ἀπὸ Ῥώμης ἐπελθὼν [p. 360] στρατηγὸς ἀνέληται τὴν δόξαν, εἴτε φιλονεικίᾳ καὶ ζηλοτυπίᾳ τῶν Φιλοποίμενος τιμῶν, [2] ὃν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἄνδρα δεινότατον τῶν Ἑλλήνων ὄντα καὶ περὶ ἐκεῖνον τὸν πόλεμον ἔργα θαυμαστὰ τόλμης καὶ δεινότητος ἀποδειξάμενον ἴσα τῷ Τίτῳ κυδαίνοντες Ἀχαιοὶ καὶ τιμῶντες ἐν τοῖς θεάτροις ἐλύπουν ἐκεῖνον, οὐκ ἀξιοῦντα Ῥωμαίων ὑπάτῳ προπολεμοῦντι τῆς Ἑλλάδος ἄνθρωπον Ἀρκάδα, μικρῶν καὶ ὁμόρων πολέμων στρατηγόν, ὅμοια θαυμάζεσθαι παρ᾽ αὐτοῖς. [3] οὐ μὴν ἀλλ᾽ αὐτὸς Τίτος ὑπὲρ τούτων ἀπελογεῖτο, καταθέσθαι τὸν πόλεμον ὡς ἑώρα σὺν κακῷ μεγάλῳ τῶν ἄλλων Σπαρτιατῶν ἀπολούμενον τὸν τύραννον:

τῶν δὲ Ἀχαιῶν αὐτῷ πολλὰ πρὸς τιμὴν ψηφισαμένων οὐδὲν ἐδόκει πρὸς τὰς εὐεργεσίας ἐξισοῦσθαι πχὴν μιᾶς δωρεᾶς, ἣν ἐκεῖνος ἀντὶ πάντων ἠγάπησεν. ἦν δὲ τοιάδε. [4] Ῥωμαίων οἱ δυστυχήσαντες ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ πολλαχοῦ μὲν ὤνιοι γενόμενοι καὶ διασπαρέντες ἐδούλευον: ἐν δὲ τῇ Ἑλλάδι χίλιοι καὶ διακόσιοι τὸ πλῆθος ἦσαν, ἀεὶ μὲν οἰκτροὶ τῆς μεταβολῆς, τότε δὲ καὶ μᾶλλον, ὡς εἰκός, ἐντυγχάνοντες οἱ μὲν υἱοῖς, οἱ δὲ ἀδελφοῖς, οἱ δὲ συνήθεσιν, ἐλευθέροις δοῦλοι καὶ νικῶσιν αἰχμάλωτοι, [5] τούτους μὲν Τίτος οὐκ ἀφείλετο τῶν κεκτημένων, καίπερ ἀνιώμενος ἐπ᾽ αὐτοῖς, οἱ δὲ Ἀχαιοὶ λυτρωσάμενοι [p. 362] πέντε μνῶν ἕκαστον ἄνδρα καὶ συναγαγόντες εἰς ταὐτὸ πάντας ἤδη περὶ πλοῦν ὄντι τῷ Τίτῳ παρέδωκαν, ὥστε αὐτὸν εὐφραινόμενον ἀποπλεῖν, ἀπὸ καλῶν ἔργων καλὰς ἀμοιβὰς καὶ πρεπούσας ἀνδρὶ [6] μεγάλῳ καὶ φιλοπολίτῃ κεκομισμένον δὴ δοκεῖ πρὸς τὸν θρίαμβον αὐτῷ πάντων ὑπάρξαι λαμπρότατον. οἱ γὰρ ἄνδρες οὗτοι, καθάπερ ἔθος ἐστὶ τοῖς οἰκέταις ὅταν ἐλευθερωθῶσιν, ξύρεσθαί τε τὰς κεφαλὰς καὶ πιλία φορεῖν, ταῦτα δράσαντες αὐτοὶ θριαμβεύοντι τῷ Τίτῳ παρείποντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: