Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ταῦτα τῶν φίλων πρὸς τὸν Φάβιον ἀπαγγελλόντων καὶ τὴν ἀδοξίαν τῷ κινδύνῳ λῦσαι παραινούντων, ‘οὕτω μέντἄν,’ ἔφη, ‘δειλότερος ἢ νῦν εἶναι δοκῶ γενοίμην, εἰ σκώμματα καὶ λοιδορίας φοβηθεὶς ἐκπέσοιμι τῶν ἐμαυτοῦ λογισμῶν, καίτοι τὸ μέν ὑπὲρ πατρίδος οὐκ αἰσχρὸν δέος, ἡ δὲ πρὸς δόξαν ἀνθρώπων καὶ διαβολὰς καὶ ψόγους ἔκπληξις οὐκ ἀξίου τηλικαύτης ἀρχῆς ἀνδρός, ἀλλὰ δουλεύοντος ὧν κρατεῖν αὐτὸν καὶ δεσπόζειν κακῶς φρονούντων προσήκει.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

