previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πλὴν τόν γε Δημάδην πάντες ὡμολόγουν τῇ φύσει χρώμενον ἀνίκητον εἶναι, καὶ παραφέρειν αὐτοσχεδιάζοντα τὰς τοῦ Δημοσθένους σκέψεις καὶ παρασκευάς. ἀρίστων δ᾽ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων, ἐρωτηθέντα γὰρ ὁποῖος τις αὐτῷ φαίνεται ῥήτωρ Δημοσθένης, εἰπεῖν: ‘ἄξιος τῆς πόλεως:’ ὁποῖος δέ Δημάδης, ‘ὑπὲρ τὴν πόλιν.’ [2] δ᾽ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τόν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα: πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν. καὶ μέντοι καὶ τόν Δημοσθένην φασὶν αὐτόν, ὁσάκις ἂν1 ἀντερῶν αὐτῷ Φωκίων ἀναβαίνοι, λέγειν πρὸς τοὺς συνήθεις: ‘ τῶν ἐμῶν λόγων κοπὶς ἀνίσταται.’ [3] τοῦτο μὲν οὖν ἄδηλον εἴτε πρὸς τόν λόγον τοῦ ἀνδρὸς Δημοσθένης εἴτε πρὸς τόν βίον καὶ τὴν δόξαν ἐπεπόνθει, πολλῶν πάνυ καὶ μακρῶν περιόδων ἓν ῥῆμα καὶ νεῦμα πίστιν ἔχοντος ἀνθρώπου κυριώτερον ἡγούμενος.

1 ἂν omitted by Bekker, after Coraës and Schaefer; also by Graux with Ma.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: