Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν
γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων Ὑρώδης Ἑλληνικῶν ἄπειρος, ὁ δ᾽ Ἀρταοθάσδης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγραφε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται, τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δὲ ὑποκριτὴς Ἰάσων ὄνομα Τραλλιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην. εὐδοκιμοῦντος δ᾽ αὐτοῦ Σιλλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν κεφαλήν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

