Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὐ μὴν ἀλλ᾽ ὁρῶντες αὑτοὺς ἐνδεδεμένους μεγάλοις
ὁμηρεύμασι, καὶ δεδιότες περὶ τῶν θυγατέρων, πρέσβεις
ἀπέστειλαν ἐπιεικῆ καὶ μέτρια προκαλούμενοι, τὸν Ῥωμύλον ἀποδόντα τὰς κόρας αὐτοῖς καὶ λύσαντα τὸ τῆς
βίας ἔργον, εἶτα πειθοῖ καὶ νόμῳ πράττειν τοῖς γένεσι
φιλίαν καὶ οἰκειότητα.
τοῦ δὲ Ῥωμύλου τὰς μὲν κόρας
μὴ προιεμένου, παρακαλοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

