previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 93] χεῖρα κατὰ λαγόνα1 εἰσωθεῖν: τὸ γὰρ ὑγρὸν ἐπὶ τὰ ἄλλα μέρεα μεταρρέει: ἀτὰρ καὶ ἐν τῇσι τοῦ ἀνθρώπου τῇδε τῇδε ἐπιστροφῇς ι, ἐς τὰς μετακλίσιας τὸ ὑγρὸν, ὄγκον τε καὶ κλύδωνα ποιέει, ἐσακούειν τε καὶ τοῦ κλύδωνος: ἀλλὰ κἤνπη τὸν δάκτυλον ἐρείσῃς, χῶρος γίγνεται κοῖλος, ἐς χρόνον τε πουλὺν μίμνει κοῖλος. τάδε μὲν τὰ ἀσκίτου.

τυμπανίης δὲ πρὸς τῇ τοῦ ὄγκου θέῃ καὶ ἀκοῦσαί ἐστι δονέων. ἢν γὰρ πατάξῃς τῇ χειρὶ, τὸ ἐπιγάστριον δονέει, οὐδὲ μεταχωρέει τὸ πνεῦμα ἐν τῇσι ἐπιστροφῇσι. πνεῦμα γὰρ, κἢν μετακλιθῇ τὸ ἀμπέχον ἄνω τε καὶ κάτω, ἴσον πάντη μένει: ἢν δὲ ἐς ὀμίχλην καὶ ὕδωρ τρέπηται τὸ πνεῦμα, [1καὶ γὰρ ἀσκίτης ἀπὸ τυμπανίου,]1 ἀμείβεται μὲν, ἢν μὴ ἐς τέλος τραπῇ κοτε, ἡμιτελὴς μεταρρέων.

Ὁδὲ ἀνὰ σάρκα ἠδὲ τοῦ λευκοῦ φλέγματος, τὰς μὲν λαγόνας ἴοχοσι κενεὰς, οἰδαλέο ἔασι καὶ πρόσωπα καὶ βραχίον ας: ἀτὰρ ἠδὲ ὁκόσα τοῖσι ἄλλοισι κενεὰ, τοῖσδε γίγνεται πλήρεα φλέγμα μεν γὰρ λευκὸν ἐπὶ τῷ λευκῷ φλεγματίᾳ συνίσταται , ψυχρόν τε καὶ παχύ: τοῦδε ἐμπίπλαται τὸ πᾶν, οἰδαίνει δὲ τὸ πρόσωπον, αὐχήν τε καὶ βραχίονες: παχὺ δὲ τὸ ἐπιγάστριο ν ἀπὸ τοῦ οἴδεος: μαζοὶ δὲ ἐς ὄγκον αἴρονται, ὁκόσοι νέοι ἀκμὴν ὄντες ἐν εὐτυχίῃ τῆς ἡλικίης : ἐπὶ δὲ τῷ ἀνὰ σάρκα τηκεδὼν τῆς σαρκὸς ἐς χυμὸν σαρκοει δέα , ἰχώρτε αἱμάλωπος, ὁκοῖος Ρ῾έει ἀπὸ ἐντέρων ἕλκεσι: τοιόσδε καὶ ἐπὶ θλάσμασι ἀπὸ βάρεος ἐμπεσόντος, ἢν τάμῃς τι ἐπιπολῆς, χυμὸς ἐκρέει: δὲ τῶν δυοῖν ἐπιμιξίη ἀμφοῖν ἴσχει τὰ σημήϊα.

ξύμπασι δὲ ὁμοῦ ξύνεστι, ὦχρος, δύσπνοια, βὴξ, ἄλλοτε καὶ ἄλλοτε νωθέες, ὄκνος πουλὺς, ἀπόσιτοι : ἢν δέ τι προσαίρωνται, κἢν βραχὺ καὶ ἄφυσον, φυσώδεες, διατάσιες ὡς ἀπὸ

1 i have followed Wigan and Ermerins in adopting this reading, instead of κατὰ λόγον; which, however, does not seem to me so unsuitable as they represent.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: