Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
11.
ὧν δὲ ἔχεται ἢ ἐπίδεσις,
ἢ ὑπόδεσις,
ἢ ἀμφότερα:
ὑπόδεσις μὲν αἰτίη,
ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι,
ἢ
ἐκπεπταμένα συστεῖλαι,
ἢ ξυνεσταλμένα διαστεῖλαι,
ἢ διεστραμμένα διορθῶσαι,
ἢ τἀναντία.
παρασκευάζειν δὲ ὀθόνια
κοῦφα,
λεπτὰ,
μαλθακὰ,
καθαρὰ,
πλατέα,
μὴ ἔχοντα ξυῤΡ῾αφὰς,
μηδ᾽ ἐξαστίας,
καὶ ὑγιέα,
ὥστε τάνυσιν φέρειν,
καὶ ὀλίγῳ
κρέσσω,
μὴ ξηρὰ,
ἀλλ᾽ ἔγχυμα χυμῷ,
ᾧ ἕκαστα ξύντροφα.
ἀφεστεῶτα μὲν,
ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν,
πιέζειν δὲ μή:
ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος,
τελευτᾷν δὲ
πρὸς τὸ ἕλκος,
ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται,
ἕτερον δὲ μὴ
ἐπιξυλλέγηται:
ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν,
τὰ δὲ λοξὰ λοξῶς,
ἐν σχήματι ἀπόνῳ,
ἐν ᾧ μήτε ἀπόσφιγξις,
μήτε ἀπόστασις ἔσται
τις,
ἐξ οὗ,
ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν,
οὐ μεταλλάξουσιν,
ἀλλ᾽ ὅμοια ταῦτα ἕξούσι,
μύες,
φλέβες,
νεῦρα,
ὀστέα,
ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα:
ἀναλελάφθαι δὲ,
ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν:
ὧν δὲ
ἂν ἀποστῇ,
τἀναντία.
ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι,
τὰ μὲν
ἄλλα κατὰ τὰ αὐτὰ,
ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν,
καὶ ἐκ
προσαγωγῆς τὴν πίεξιν,
τὸ πρῶτον ἥκιστα,
ἔπειτα ἐπὶ μᾶλλον,
ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν.
ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι,
ξὺν μὲν φλεγμονῇ τἀναντία:
ἄνευ δὲ ταύτης,
παρασκευῇ
μὲν τῇ αὐτῇ,
ἐπιδέσει δὲ ἐναντίῃ.
διεστραμμένα δὲ διορθῶσαι,
τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά:
δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα
ἐπαγαγεῖν ὑποδέσει,
παρακολλήσει,
ἀναλήψει:
τὰ δὲ ἐναντία,
ἐναντίως.