Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
5.
ἦν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις,
τῷ κατοπτῆρι σκέπτεσθαι,
καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος:
διοιγόμενος γὰρ ὁμαλύνει
τὴν κονδύλωσιν,
ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς.
ἀφαιρέειν δὲ
χρὴ,
ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον:
ἔπειτα τριταῖον
οἴνῳ κλύζειν αὐστηρῷ.
τὸ δὲ αἶμα,
ὅταν ἀφέλῃς τὴν κονδύλωσιν,
τι οὐ Ρ῾έει,
μὴ θαυμάζειν:
οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς
τὰς χεῖρας ἢ τὰ σκέλεα,
οὐ Ρ῾εύσεται αἷμα:
ἢν δ᾽ ἄνωθεν ἢ κάτωθεν
τάμῃς τῶν ἄρθρων,
εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤΡ῾ους,
καὶ χαλεπῶς
ἂν ἴσχοις εὐπόρως.
οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤΡ῾οΐδα,
ἢν
μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος,
αἷμα Ρ῾εύσεται:
ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει,
οὐ Ρ῾εύσεται.
ἢν μὲν οὖν οὕτω καθίσταται,
καλῶς ἂν ἔχοι:
ἢν
δὲ μὴ,
καῦσαι,
φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ,
ἀλλ᾽ ἐγγὺς
προσφέρων τὰ σιδήρια ἀποξηραίνειν,
καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ
ἄνθος τὸ ἐν τῷ οὔρῳ.