ἐὰν θέλῃς τὰ τέκνα σου καὶ τὴν γυναῖκα καὶ
τοὺς φίλους σου πάντοτε ζῆν, ἠλίθιος εἶ: τὰ γὰρ μὴ ἐπὶ σοὶ
θέλεις ἐπὶ σοὶ εἶναι καὶ τὰ ἀλλότρια σὰ εἶναι. οὕτω κἂν τὸν
παῖδα θέλῃς μὴ ἁμαρτάνειν, μωρὸς εἶ: θέλεις γὰρ τὴν κακίαν μὴ εἶναι κακίαν, ἀλλ᾽ ἄλλο τι. ἐὰν δὲ θέλῃς ὀρεγόμενος μὴ ἀποτυγχάνειν, τοῦτο δύνασαι. τοῦτο οὖν ἄσκει,
ὃ δύνασαι.
[2]
κύριος ἑκάστου ἐστὶν ὁ τῶν ὑπ᾽ ἐκείνου θελομένων ἢ μὴ θελομένων ἔχων τὴν ἐξουσίαν εἰς τὸ περιποιῆσαι
ἢ ἀφελέσθαι. ὅστις οὖν ἐλεύθερος εἶναι βούλεται, μήτε θελέτω τι μήτε φευγέτω τι τῶν ἐπ᾽ ἄλλοις: εἰ δὲ μή, δουλεύειν
ἀνάγκη.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

