previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ περὶ τὸν Λεόντιον καὶ Μεγαλέαν καὶ Πτολεμαῖον, ἔτι πεπεισμένοι καταπλήξεσθαι τὸν Φίλιππον καὶ λύειν τῷ τοιούτῳ τρόπῳ τὰς προγεγενημένας ἁμαρτίας, ἐνέβαλον λόγους εἴς τε τοὺς πελταστὰς καὶ τοὺς ἐκ τοῦ λεγομένου παρὰ τοῖς Μακεδόσιν ἀγήματος, [2] ὅτι κινδυνεύουσι μὲν ὑπὲρ πάντων, γίνεται δ᾽ αὐτοῖς οὐδὲν τῶν δικαίων οὐδὲ κομίζονται τελείας τὰς ὠφελείας τὰς γινομένας αὐτοῖς ἐκ τῶν ἐθισμῶν. [3] δι᾽ ὧν παρώξυναν τοὺς νεανίσκους συστραφέντας ἐγχειρῆσαι διαρπάζειν μὲν τὰς τῶν ἐπιφανεστάτων φίλων καταλύσεις, ἐκβάλλειν δὲ τὰς θύρας καὶ κατακόπτειν τὸν κέραμον τῆς τοῦ βασιλέως αὐλῆς. [4] τούτων δὲ συμβαινόντων, καὶ τῆς πόλεως ὅλης ἐν θορύβῳ καὶ ταραχῇ καθεστώσης, ἀκούσας Φίλιππος, ἧκε μετὰ σπουδῆς ἐκ τοῦ Λεχαίου θέων εἰς τὴν πόλιν. [5] καὶ συναγαγὼν εἰς τὸ θέατρον τοὺς Μακεδόνας τὰ μὲν παρεκάλει, τὰ δ᾽ ἐπέπληττε πᾶσιν ἐπὶ τοῖς πεπραγμένοις. [6] θορύβου δ᾽ ὄντος καὶ πολλῆς ἀκρισίας, καὶ τῶν μὲν οἰομένων δεῖν ἄγειν καὶ καταλεύειν τοὺς αἰτίους, τῶν δὲ διαλύεσθαι καὶ μηδενὶ μνησικακεῖν, [7] τότε μὲν ὑποκριθεὶς ὡς πεπεισμένος καὶ παρακαλέσας πάντας ἐπανῆλθε, σαφῶς μὲν εἰδὼς τοὺς ἀρχηγοὺς τῆς κινήσεως γεγονότας, οὐ προσποιηθεὶς δὲ διὰ τὸν καιρόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: