previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πέδευσε τῆς Φλιασίας περὶ τὸ Διοσκούριον. κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Εὐριπίδας, ἔχων Ἠλείων δύο λόχους μετὰ τῶν πειρατῶν καὶ μισθοφόρων, ὥστ᾽ εἶναι τοὺς πάντας εἰς δισχιλίους καὶ διακοσίους, ἅμα δὲ τούτοις ἱππεῖς ἑκατόν, ὁρμήσας ἐκ Ψωφῖδος ἐποιεῖτο τὴν πορείαν διὰ τῆς Φενικῆς καὶ Στυμφαλίας, οὐδὲν μὲν εἰδὼς τῶν κατὰ τὸν Φίλιππον, βουλόμενος δὲ κατασῦραι τὴν τῶν Σικυωνίων χώραν. [2] τῆς δὲ νυκτὸς τῆς αὐτῆς, ἐν συνέβαινε στρατοπεδεύειν τὸν Φίλιππον περὶ τὸ Διοσκούριον, παρηλλαχὼς τὴν στρατοπεδείαν τοῦ βασιλέως περὶ τὴν ἑωθινὴν ἐμβάλλειν οἷός τ᾽ ἦν εἰς τὴν Σικυωνίαν. [3] τῶν δὲ παρὰ τοῦ Φιλίππου Κρητῶν τινες ἀπολελοιπότες τὰς τάξεις καὶ διιχνεύοντες περὶ τὰς προνομείας ἐμπίπτουσιν εἰς τοὺς περὶ τὸν Εὐριπίδαν: [4] οὓς ἀνακρίνας καὶ συνεὶς τὴν παρουσίαν τῶν Μακεδόνων προειρημένος, οὐδενὶ ποιήσας φανερὸν οὐδὲν τῶν προσπεπτωκότων, ἀναλαβὼν τὴν δύναμιν ἐξ ὑποστροφῆς αὖθις ἀνέλυε τὴν αὐτὴν ὁδὸν ἐν ᾗπερ ἧκε, [5] βουλόμενος, ἅμα δὲ καὶ κατελπίζων καταταχήσειν τοὺς Μακεδόνας διεκβαλὼν τὴν Στυμφαλίαν καὶ συνάψας ταῖς ὑπερκειμέναις δυσχωρίαις. [6] δὲ βασιλεύς, οὐδὲν εἰδὼς τῶν περὶ τοὺς ὑπεναντίους, κατὰ δὲ τὴν αὑτοῦ πρόθεσιν ἀναζεύξας τὴν ἑωθινὴν προῆγε, κρίνων ποιεῖσθαι τὴν πορείαν παρ᾽ αὐτὸν τὸν Στύμφαλον ὡς ἐπὶ τὰς Καφύας: [7] ἐνθάδε γὰρ ἐγεγράφει τοῖς Ἀχαιοῖς συνα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: