previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Τεβέριος ἅμα τῷ συνιδεῖν ἐγγίζοντας τοὺς Νομαδικοὺς ἱππεῖς παραυτίκα μὲν αὐτὴν τὴν ἵππον ἐξαπέστελλε, προστάξας ἔχεσθαι καὶ συμπλέκεσθαι τοῖς πολεμίοις. [2] ἑξῆς δὲ τούτοις ἐξέπεμπε τοὺς πεζακοντιστὰς εἰς ἑξακισχιλίους: ἐκίνει δὲ καὶ τὴν λοιπὴν δύναμιν ἐκ τοῦ χάρακος, ὡς ἐξ ἐπιφανείας κριθησομένων τῶν ὅλων, ἐπαιρόμενος τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ τῷ γεγονότι τῇ προτεραίᾳ περὶ τοὺς ἱππεῖς εὐημερήματι. [3] οὔσης δὲ τῆς ὥρας περὶ χειμερινὰς τροπὰς καὶ τῆς ἡμέρας νιφετώδους καὶ ψυχρᾶς διαφερόντως, τῶν δ᾽ ἀνδρῶν καὶ τῶν ἵππων σχεδὸν ὡς εἰπεῖν ἁπάντων ἀναρίστων ἐκπεπορευμένων, τὸ μὲν πρῶτον ὁρμῇ καὶ προθυμίᾳ περιῆν τὸ πλῆθος: [4] ἐπιγενομένης δὲ τῆς τοῦ Τρεβία ποταμοῦ διαβάσεως, καὶ προσαναβεβηκότος τῷ ῥεύματι διὰ τὸν ἐν τῇ νυκτὶ γενόμενον ἐν τοῖς ὑπὲρ τὰ στρατόπεδα τόποις ὄμβρον, μόλις ἕως τῶν μασθῶν οἱ πεζοὶ βαπτιζόμενοι διέβαινον: [5] ἐξ ὧν ἐκακοπάθει τὸ στρατόπεδον ὑπό τε τοῦ ψύχους καὶ τῆς ἐνδείας, ὡς ἂν ἤδη καὶ τῆς ἡμέρας προβαινούσης. [6] οἱ δὲ Καρχηδόνιοι κατὰ σκηνὰς βεβρωκότες καὶ πεπωκότες καὶ τοὺς ἵππους ἡτοιμακότες ἠλείφοντο καὶ καθωπλίζοντο περὶ τὰ πυρὰ πάντες. [7] Ἀννίβας δὲ τὸν καιρὸν ἐπιτηρῶν ἅμα τῷ συνιδεῖν διαβεβηκότας τοὺς Ῥωμαίους τὸν ποταμὸν προβαλόμενος ἐφεδρείαν τοὺς λογχοφόρους καὶ Βαλιαρεῖς, ὄντας εἰς ὀκτακισχιλίους, ἐξῆγε τὴν δύναμιν. [8] καὶ προαγαγὼν ὡς ὀκτὼ στάδια πρὸ τῆς στρατοπεδείας τοὺς μὲν πεζοὺς ἐπὶ μίαν εὐθεῖαν παρενέβαλε, περὶ δισμυρίους ὄντας τὸν ἀριθμόν, Ἴβηρας καὶ Κελτοὺς καὶ Λίβυας, [9] τοὺς δ᾽ ἱππεῖς διελὼν ἐφ᾽ ἑκάτερον παρέστησε τὸ κέρας, πλείους ὄντας μυρίων σὺν τοῖς παρὰ τῶν Κελτῶν συμμάχοις, τὰ δὲ θηρία μερίσας πρὸ τῶν κεράτων δι᾽ ἀμφοτέρων προεβάλετο. [10] Τεβέριος δὲ κατὰ τὸν αὐτὸν καιρὸν τοὺς μὲν ἱππεῖς ἀνεκαλεῖτο, θεωρῶν οὐκ ἔχοντας ,τι χρήσονται τοῖς ὑπεναντίοις διὰ τὸ τοὺς Νομάδας ἀποχωρεῖν μὲν εὐχερῶς καὶ σποράδην, ἐπικεῖσθαι δὲ πάλιν ἐκ μεταβολῆς τολμηρῶς καὶ θρασέως: τὸ γὰρ τῆς Νομαδικῆς μάχης ἴδιόν ἐστι τοῦτο: [11] τοὺς δὲ πεζοὺς παρενέβαλε κατὰ τὰς εἰθισμένας παρ᾽ αὐτοῖς τάξεις, ὄντας τοὺς μὲν Ῥωμαίους εἰς μυρίους ἑξακισχιλίους, τοὺς δὲ συμμάχους εἰς δισμυρίους. [12] τὸ γὰρ τέλειον στρατόπεδον παρ᾽ αὐτοῖς πρὸς τὰς ὁλοσχερεῖς ἐπιβολὰς ἐκ τοσούτων ἀνδρῶν ἐστιν, ὅταν ὁμοῦ τοὺς ὑπάτους ἑκατέρους οἱ καιροὶ συνάγωσιν. [13] μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐφ᾽ ἑκάτερον θεὶς τὸ κέρας, ὄντας εἰς τετρακισχιλίους, ἐπῄει τοῖς ὑπεναντίοις σοβαρῶς, ἐν τάξει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: