previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ τὰς πολυχρονίους εἰσφορὰς καὶ δαπάνας. ὁμοίως δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, καίπερ ἔτη σχεδὸν ἤδη πέντε τῶν κατὰ θάλατταν πραγμάτων ὁλοσχερῶς ἀφεστηκότες διά τε τὰς περιπετείας καὶ διὰ τὸ πεπεῖσθαι δι᾽ αὐτῶν τῶν πεζικῶν δυνάμεων κρινεῖν τὸν πόλεμον, [2] τότε συνορῶντες οὐ προχωροῦν αὑτοῖς τοὔργον κατὰ τοὺς ἐκλογισμοὺς καὶ μάλιστα διὰ τὴν τόλμαν τοῦ τῶν Καρχηδονίων ἡγεμόνος, ἔκριναν τὸ τρίτον ἀντιποιήσασθαι τῶν ἐν ταῖς ναυτικαῖς δυνάμεσιν ἐλπίδων, [3] ὑπολαμβάνοντες διὰ τῆς ἐπινοίας ταύτης, εἰ καιρίως ἅψαιντο τῆς ἐπιβολῆς, μόνως ἂν οὕτως πέρας ἐπιθεῖναι τῷ πολέμῳ συμφέρον. καὶ τέλος ἐποίησαν. [4] τὸ μὲν γὰρ πρῶτον ἐξεχώρησαν τῆς θαλάττης εἴξαντες τοῖς ἐκ τῆς τύχης συμπτώμασιν, τὸ δὲ δεύτερον ἐλαττωθέντες τῇ περὶ τὰ Δρέπανα ναυμαχίᾳ: [5] τότε δὲ τρίτην ἐποιοῦντο ταύτην τὴν ἐπιβολήν, δι᾽ ἧς νικήσαντες καὶ τὰ περὶ τὸν Ἔρυκα στρατόπεδα τῶν Καρχηδονίων ἀποκλείσαντες τῆς κατὰ θάλατταν χορηγίας τέλος ἐπέθηκαν τοῖς ὅλοις. [6] ἦν δὲ τῆς ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία. χορηγία μὲν γὰρ οὐχ ὑπῆρχε πρὸς τὴν πρόθεσιν ἐν τοῖς κοινοῖς, οὐ μὴν ἀλλὰ διὰ τὴν τῶν προεστώτων ἀνδρῶν εἰς τὰ κοινὰ φιλοτιμίαν καὶ γενναιότητα προσευρέθη πρὸς τὴν συντέλειαν. [7] κατὰ γὰρ τὰς τῶν βίων εὐκαιρίας καθ᾽ ἕνα καὶ δύο καὶ τρεῖς ὑφίσταντο παρέξειν πεντήρη κατηρτισμένην, ἐφ᾽ τὴν δαπάνην κομιοῦνται, κατὰ λόγον τῶν πραγμάτων προχωρησάντων. [8] τῷ δὲ τοιούτῳ τρόπῳ ταχέως ἑτοιμασθέντων διακοσίων πλοίων πεντηρικῶν, ὧν ἐποιήσαντο τὴν ναυπηγίαν πρὸς [παράδειγμα] τὴν τοῦ Ῥοδίου ναῦν, μετὰ ταῦτα στρατηγὸν καταστήσαντες Γάϊον Λυτάτιον ἐξέπεμψαν ἀρχομένης τῆς θερείας. [9] ὃς καὶ παραδόξως ἐπιφανεὶς τοῖς κατὰ τὴν Σικελίαν τόποις τόν τε περὶ τὰ Δρέπανα λιμένα κατέσχε καὶ τοὺς περὶ τὸ Λιλύβαιον ὅρμους, παντὸς ἀνακεχωρηκότος εἰς τὴν οἰκείαν τοῦ τῶν Καρχηδονίων ναυτικοῦ. [10] συστησάμενος δὲ περὶ τὴν ἐν τοῖς Δρεπάνοις πόλιν ἔργα καὶ τἄλλα πρὸς τὴν πολιορκίαν παρασκευασάμενος, ἅμα μὲν ταύτῃ προσεκαρτέρει τὰ δυνατὰ ποιῶν, [11] ἅμα δὲ προορώμενος τὴν παρουσίαν τοῦ Καρχηδονίων στόλου καὶ μνημονεύων τῆς ἐξ ἀρχῆς προθέσεως ὅτι μόνως δύναται διὰ τοῦ κατὰ θάλατταν κινδύνου κρίσεως τὰ ὅλα τυχεῖν, οὐκ ἀχρεῖον οὐδ᾽ ἀργὸν εἴα γίνεσθαι τὸν χρόνον, [12] ἀλλ᾽ ἀν᾽ ἑκάστην ἡμέραν ἀναπείρας καὶ μελέτας ποιῶν τοῖς πληρώμασιν οἰκείως τῆς ἐπιβολῆς τῇ τε λοιπῇ τῇ κατὰ τὴν δίαιταν ἐπιμελείᾳ προσκαρτερῶν ἀθλητὰς ἀπετέλεσεν πρὸς τὸ προκείμενον ἐν πάνυ βραχεῖ χρόνῳ τοὺς ναύτας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: