[13]
ὁ δὲ Καῖσαρ ἠσχολεῖτο μὲν ὑπ᾽ ἀνάγκης ἐς Πομπήιον, καὶ Πομπηίου καθαιρεθέντος ἐς τὰ ὑπόλοιπα τῆς ἐκείνου στάσεως πολυμερῆ γενόμενα, καταστησάμενος δὲ πάντα ἐπανῆλθεν ἐς Ῥώμην, καὶ ἐστράτευεν ἐπὶ Γέτας τε καὶ Παρθυαίους. ἔδεισαν οὖν οἱ Ἰλλυριοὶ μὴ ἐν ὁδῷ σφίσιν οὖσιν ἐπιθοῖτο, καὶ πρέσβεις πέμψαντες ἐς Ῥώμην ᾔτουν τε συγγνώμην τῶν γεγονότων καὶ ἐς φίλιαν ἑαυτοὺς καὶ συμμαχίαν ἐδίδοσαν, ὡς περὶ ἔθνους ἀλκίμου μάλιστα σεμνολογούμενοι. ὁ δὲ ἐπειγόμενος ἄρα ἐς Παρθυαίους σεμνότερον ὅμως αὐτοῖς ἀπεκρίνατο, φίλους μὲν οὐ θήσεσθαι τοὺς τοιαῦτα δεδρακότας, συγγνώσεσθαι δέ, εἰ φόρους ὑποσταῖεν καὶ ὅμηρα δοῖεν. ὑπισχνουμένων δὲ ἐς ἀμφότερα αὐτῶν Οὐατίνιον ἔπεμψε σὺν στρατοῦ τέλεσι τρισὶ καὶ ἱππεῦσι πολλοῖς, φόρους τε ὀλίγους τάξοντα αὐτοῖς καὶ τὰ ὅμηρα ληψόμενον. ἀναιρεθέντος δὲ τοῦ Καίσαρος, ἡγούμενοι τὴν Ῥωμαίων ἰσχὺν ἐν τῷ Καίσαρι γεγονέναι τε καὶ διεφθάρθαι, οὐδὲν ἔτι τοῦ Οὐατινίου κατήκουον, οὔτε ἐς τοὺς φόρους οὔτε ἐς τὰ ἄλλα, βιάζεσθαι δὲ ἐγχειροῦντος αὐτοὶ πέντε τάξεις ἐπιδραμόντες ἔφθειραν, καὶ τὸν ἡγούμενον τῶν τάξεων Βαίβιον, ἄνδρα ἀπὸ βουλῆς. καὶ Οὐατίνιος μὲν σὺν τοῖς ὑπολοίποις ἐς Ἐπίδαμνον ἀνεχώρει: ἡ δὲ Ῥωμαίων βουλὴ τὸν στρατὸν τόνδε καὶ Μακεδονίαν ἐπ᾽ αὐτῷ, καὶ Ἰλλυριοὺς ὅσων ἦρχον, ἐνεχείρισε Βρούτῳ Καιπίωνι τῷ κτείναντι Γάιον, ὅτε περ καὶ Συρίαν Κασσίῳ, καὶ τῷδε ἀνδροφόνῳ Γαΐου γενομένῳ. ἀλλὰ καὶ οἵδε, πολεμούμενοι πρὸς Ἀντωνίου καὶ τοῦ δευτέρου Καίσαρος τοῦ Σεβαστοῦ προσαγορευθέντος, ἐς οὐδὲν ἐσχόλασαν Ἰλλυριοῖς.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

