[3]
ὅπως μέντοι πρᾷός τε καὶ χειροήθης καὶ φιλάνθρωπος ὁ πῶλος ἐκδιδῶται τῷ πωλοδάμνῃ ἐπιμελητέον. τὸ γὰρ τοιοῦτον οἴκοι τε τὰ πλεῖστα καὶ διὰ τοῦ ἱπποκόμου ἀποτελεῖται, ἢν ἐπίστηται τὸ μὲν πεινῆν καὶ διψῆν καὶ μυωπίζεσθαι παρασκευάζειν μετ᾽ ἐρημίας γίγνεσθαι τῷ πώλῳ, τὸ δὲ φαγεῖν καὶ πιεῖν καὶ τὸ τῶν λυπούντων ἀπαλλάττεσθαι δι᾽ ἀνθρώπων. τούτων γὰρ γιγνομένων ἀνάγκη μὴ μόνον φιλεῖσθαι ἀλλὰ καὶ ποθεῖσθαι ὑπὸ πώλων ἀνθρώπους.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

