[373ξ]
Εὔδικος
καὶ μηδαμῶς γε, ὦ Ἱππία, ἄλλως ποίει, ἀλλὰ καὶ ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ ἄν σε ἐρωτᾷ Σωκράτης.Ἱππίας
ἀλλ᾽ ἀποκρινοῦμαι, σοῦ γε δεομένου. ἀλλ᾽ ἐρώτα ὅτι βούλει.Σωκράτης
καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὦ Ἱππία, διασκέψασθαι τὸ νυνδὴ λεγόμενον, πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατ᾽ ἂν ὧδε ἐλθεῖν. ἀλλ᾽ ἀπόκριναι: καλεῖς τινα δρομέα ἀγαθόν;