[989δ]
ἀρετήν, ὃ δὴ καὶ μέγιστόν ἐστι συμπάντων πάσῃ τῇ πόλει. τοῦτο δὴ οὖν τὸ μέρος εἶναί φαμεν φύσει κυριώτατον καὶ δυνατὸν ὡς οἷόν τε κάλλιστα καὶ ἄριστα μαθεῖν, εἰ διδάσκοι τις. ἀλλ᾽ οὐδ᾽ ἂν διδάξειεν, εἰ μὴ θεὸς ὑφηγοῖτο: εἰ τ᾽ οὖν διδάσκοι, κατὰ τρόπον δὲ μὴ δρῷ τὸ τοιοῦτον, κρεῖττον μὴ μανθάνειν. ὅμως δ᾽ ἐκ τῶν νῦν λεγομένων ἀνάγκη μαθεῖν ταῦτα καὶ ἐμὲ λέγειν τὴν τοιαύτην τε καὶ ἀρίστην φύσιν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

