[189α]
Σωκράτης
καὶ ὁ ἄρα τι ἀκούων ἕν γέ τι ἀκούει καὶ ὂν ἀκούει.Θεαίτητος
ναί.Σωκράτης
καὶ ὁ ἁπτόμενος δή του ἑνός γέ του ἅπτεται καὶ ὄντος, εἴπερ ἑνός;Θεαίτητος
καὶ τοῦτο.Σωκράτης
ὁ δὲ δὴ δοξάζων οὐχ ἕν γέ τι δοξάζει;Θεαίτητος
ἀνάγκη.Σωκράτης
ὁ δ᾽ ἕν τι δοξάζων οὐκ ὄν τι;Θεαίτητος
συγχωρῶ.Σωκράτης
ὁ ἄρα μὴ ὂν δοξάζων οὐδὲν δοξάζει.Θεαίτητος
οὐ φαίνεται.Σωκράτης
ἀλλὰ μὴν ὅ γε μηδὲν δοξάζων τὸ παράπαν οὐδὲ δοξάζει.Θεαίτητος
δῆλον, ὡς ἔοικεν.