Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[146]
βούλομαι δ᾽ ἔτι
βραχέα πρὸς ὑμᾶς εἰπὼν καταβῆναι, καὶ τὸ ψήφισμα τοῦ δήμου παρασχόμενος, ὃ
περὶ εὐσεβείας ἐποιήσατο: χρήσιμον γὰρ ὑμῖν ἐστι τοῖς μέλλουσι τὴν ψῆφον
φέρειν. καί μοι λέγε αὐτό.1“
Ψήφισμα
”ἐγὼ τοίνυν μηνύω τὸν ἀφανίζοντα ταῦτα
πάντα πρὸς ὑμᾶς τοὺς κυρίους ὄντας κολάσαι, ὑμέτερον δ᾽ ἐστὶ καὶ ὑπὲρ
ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσασθαι Λεωκράτην. τὰ γὰρ ἀδικήματα, ἕως μὲν
ἂν ᾖ ἄκριτα, παρὰ τοῖς πράξασίν ἐστιν, ἐπειδὰν δὲ κρίσις γένηται, παρὰ
τοῖς μὴ δικαίως ἐπεξελθοῦσιν. εὖ δ᾽ ἴστε, ὦ ἄνδρες, ὅτι νῦν κρύβδην
ψηφιζόμενος ἕκαστος ὑμῶν φανερὰν ποιήσει τὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

