This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[478]
Τὴν δὲ δὴ Σαλώμην καίτοι πενθερὰν οὖσαν αὐτὸς Ἀριστόβουλος
ἑαυτῷ διεστασίασεν ὠργισμένην καὶ πρόσθεν ἐπὶ ταῖς ἐκ
Γλαφύρας βλασφημίαις: ὠνείδιζεν γὰρ τῇ γυναικὶ συνεχῶς τὴν
ταπεινότητα, καὶ ὡς αὐτὸς μὲν ἰδιῶτιν, ὁ δ᾽ ἀδελφὸς αὐτοῦ Ἀλέξανδρος
γήμαι βασιλίδα.
[479]
τοῦτο κλαίουσα τῇ Σαλώμῃ διήγγειλεν ἡ
θυγάτηρ, προσετίθει δ᾽ ὅτι καὶ τῶν ἄλλων ἀδελφῶν τὰς μὲν μητέρας
ἀπειλοῖεν οἱ περὶ Ἀλέξανδρον, ἐπειδὰν παραλάβωσιν τὴν βασιλείαν,
ἱστουργοὺς ἅμα ταῖς δούλαις ποιήσειν, αὐτοὺς δὲ κωμῶν
γραμματεῖς, ἐπισκώπτοντες ὡς πεπαιδευμένους ἐπιμελῶς. πρὸς ἃ
τὴν ὀργὴν οὐ κατασχοῦσα Σαλώμη πάντα διήγγειλεν Ἡρώδῃ: σφόδρα
δ᾽ ἦν ἀξιόπιστος κατὰ γαμβροῦ λέγουσα.
[480]
καί τις ἑτέρα διαβολὴ
συνέδραμεν ἡ τὸν θυμὸν ὑπεκκαύσασα τοῦ βασιλέως: ἤκουσεν γὰρ
αὐτοὺς ἀνακαλεῖσθαι μὲν συνεχῶς τὴν μητέρα καὶ κατοιμώζειν ἐπαρωμένους
αὐτῷ, πολλάκις δ᾽ αὐτοῦ διαδιδόντος τῶν Μαριάμμης
ἐσθήτων τινὰ ταῖς μεταγενεστέραις γυναιξὶν ἀπειλεῖν, ὡς ἀντὶ τῶν
βασιλικῶν ἐν τάχει περιθήσουσιν αὐταῖς ἐκ τριχῶν πεποιημένας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

