Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[19]
τοῖς μὲν γὰρ ἄλλοις κἀκείνων ὧν ἂν ὀργισθέντες τοὺς οἰκείους ἀδικήσωσιν ὕστερον μεταμέλει: οὗτοι δὲ ἐκεῖνον ἀποφαίνουσιν, ἐν ᾧ πρὸς ἡμᾶς οἰκειότατα διέκειτο, μᾶλλον βεβαιοῦν τὴν διαθήκην βουλόμενον, ἣν ὀργιζόμενος ἐποιήσατο. ὥστ᾽ εἰ καὶ ἡμεῖς ὁμολογήσαιμεν1 ταῦτα καὶ ὑμεῖς αὐτοὶ πιστεύσαιτε,2 ἐνθυμεῖσθε ὅτι παράνοιαν αὐτοῦ τὴν μεγίστην οὗτοι κατηγοροῦσι.
1 ὁμολογήσαιμενReiske: -ομεν.
2 πιστεύσαιτεReiske: -οιτε.

