previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55.

Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθ᾽ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δ᾽ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας δι᾽ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους: ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων. [2] τούτων δ᾽ μὲν Μαζαῖος ὁρῶν ἀδιάβατον ὄντα τὸν ποταμὸν διά τε τὸ βάθος καὶ τὴν σφοδρότητα τοῦ ῥεύματος τῆς μὲν τούτου φυλακῆς ἠμέλησε, τοῖς δὲ τὴν χώραν πυρπολοῦσι συνεργήσας καὶ πολλὴν γῆν διαφθείρας ὑπέλαβεν ἄβατον ἔσεσθαι τοῖς πολεμίοις διὰ τὴν σπάνιν τῆς τροφῆς. [3] δ᾽ Ἀλέξανδρος παραγενόμενος πρὸς τὴν διάβασιν τοῦ Τίγρεως ποταμοῦ καὶ τὸν πόρον ὑπό τινων ἐγχωρίων μαθὼν διεβίβασε τὴν δύναμιν οὐ μόνον ἐπιπόνως, ἀλλὰ καὶ παντελῶς ἐπικινδύνως. [4] τοῦ γὰρ πόρου τὸ μὲν βάθος ἦν ὑπὲρ τῶν μαστῶν, τοῦ δὲ ῥεύματος ὀξύτης πολλοὺς τῶν διαβαινόντων παρέσυρεν καὶ τὴν βάσιν τῶν σκελῶν παρῃρεῖτο, τό τε ῥεῦμα τοῖς ὅπλοις ἐμπῖπτον πολλούς τε παρέφερε καὶ τοῖς ἐσχάτοις κινδύνοις περιέβαλλεν. [5] δ᾽ Ἀλέξανδρος πρὸς τὴν σφοδρότητα τοῦ ῥεύματος ἀντιμηχανώμενος παρήγγειλε πᾶσι τὰς χεῖρας ἀλλήλοις συμπλέκειν καὶ τὴν ὅλην τῶν σωμάτων πυκνότητα ποιεῖν ζεύγματι παραπλησίαν. [6] παραβόλου δὲ γενομένης τῆς διαβάσεως καὶ τῶν Μακεδόνων μόγις διασωθέντων τὴν μὲν ἡμέραν ταύτην προσανέλαβε τὴν δύναμιν, τῇ δ᾽ ὑστεραίᾳ συντεταγμένην ἔχων τὴν στρατιὰν προῆγεν ἐπὶ τοὺς πολεμίους καὶ σύνεγγυς γενόμενος τῶν Περσῶν κατεστρατοπέδευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: