previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

4. οἱ δὲ Πέρσαι τῇ ναυμαχίᾳ νικήσαντες εἰς Κίτιον πόλιν ἀμφοτέρας τὰς δυνάμεις ἤθροισαν. ἐκ ταύτης δ᾽ ὁρμώμενοι πολιορκίαν συνεστήσαντο πρὸς τῇ Σαλαμῖνι, καὶ τὴν πόλιν ἐπόρθουν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. [2] καὶ Τιρίβαζος μὲν μετὰ τὴν ναυμαχίαν διαβὰς εἰς Κιλικίαν, κἀκεῖθεν πορευθεὶς πρὸς τὸν βασιλέα, τήν τε νίκην ἀπήγγειλε καὶ δισχίλια τάλαντα πρὸς τὸν πόλεμον ἀπεκόμισεν: Εὐαγόρας δὲ πρὸ μὲν τῆς ναυμαχίας παρὰ θάλατταν πεζῇ συμβαλὼν μέρει τῆς πεζῆς δυνάμεως προετέρησε καὶ πρὸς τὸ μέλλον εὐθαρσὴς καθειστήκει, τῇ δὲ ναυμαχίᾳ πταίσας καὶ συγκλεισθεὶς εἰς πολιορκίαν ἀθύμως εἶχεν. [3] ὅμως δὲ κρίνας ἔχεσθαι τοῦ πολέμου, Πνυταγόραν μὲν τὸν υἱὸν ἀπέλιπεν ἡγεμόνα τῶν ὅλων ποιήσας ἐν τῇ Κύπρῳ, αὐτὸς δ᾽ ἀναλαβὼν δέκα τριήρεις νυκτὸς ἔλαθε τοὺς πολεμίους ἐκπλεύσας ἐκ τῆς Σαλαμῖνος. κομισθεὶς δ᾽ εἰς τὴν Αἴγυπτον καὶ συντυχὼν τῷ βασιλεῖ, παρεκάλεσεν αὐτὸν ἐρρωμένως ἀντέχεσθαι τοῦ πολέμου καὶ κοινὸν ἡγεῖσθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: