previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. οἱ δ᾽ Ἕλληνες κατασκεψάμενοι τὰ κατ᾽ αὐτοὺς ἀπεβίβασαν τὴν δύναμιν. τῇ δ᾽ ὑστεραίᾳ παρασκευαζομένων αὐτῶν τὰ πρὸς τὴν παράταξιν, προσέπεσε φήμη ὅτι νενικήκασιν οἱ Ἕλληνες τοὺς Πέρσας κατὰ τὰς Πλαταιάς. [2] διόπερ οἱ μὲν περὶ Λεωτυχίδην ἀθροίσαντες ἐκκλησίαν, τὰ πλήθη παρεκάλεσαν εἰς τὴν μάχην, τά τε ἄλλα προφερόμενοι καὶ τὴν ἐν Πλαταιαῖς νίκην τραγῳδοῦντες, δι᾽ ἣν ὑπελάμβανον θρασυτέρους ποιήσειν τοὺς μέλλοντας ἀγωνίζεσθαι. θαυμαστὸν δὲ ἐγένετο τὸ ἀποτέλεσμα: κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἐφάνησαν αἱ παρατάξεις γεγενημέναι, τε πρὸς τῇ Μυκάλῃ συντελεσθεῖσα καὶ κατὰ τὰς Πλαταιὰς γενομένη. [3] διόπερ ἔδοξαν οἱ περὶ τὸν Λεωτυχίδην οὔπω μὲν πεπυσμένοι περὶ τῆς νίκης, ἀφ᾽ ἑαυτῶν δὲ πλάττοντες τὴν εὐημερίαν, στρατηγήματος ἕνεκεν τοῦτο πεποιηκέναι: τὸ γὰρ μέγεθος τοῦ διαστήματος ἤλεγχεν ἀδύνατον οὖσαν τὴν προσαγγελίαν. [4] οἱ δὲ τῶν Περσῶν ἡγεμόνες, ἀπίστως ἔχοντες τοῖς Ἕλλησι, τούτους μὲν ἀφώπλισαν, τὰ δὲ ὅπλα τοῖς ἑαυτῶν φίλοις παρέδωκαν: παρακαλέσαντες δὲ τὰ πλήθη, καὶ τὸν Ξέρξην αὐτὸν μετὰ πολλῆς δυνάμεως εἰπόντες ἥξειν βοηθόν, ἐποίησαν ἅπαντας εὐθαρσεῖς πρὸς τὸν κίνδυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: