Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἀποκριναμένων δ᾽ ἡμῶν, ὦ ἄνδρες δικασταί, ὅτι οὐκ ἂν δανείσαιμεν εἰς ἕτερον ἐμπόριον οὐδὲν ἀλλ᾽ ἢ εἰς Ἀθήνας, οὕτω προσομολογοῦσι πλεύσεσθαι δεῦρο, καὶ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανείζονται παρ᾽ ἡμῶν ἐπὶ τῇ νηὶ τρισχιλίας δραχμὰς ἀμφοτερόπλουν, καὶ συγγραφὴν ἐγράψαντο ὑπὲρ τούτων. ἐν μὲν οὖν ταῖς συνθήκαις δανειστὴς ἐγράφη Πάμφιλος οὑτοσί: ἐγὼ δ᾽ ἔξωθεν μετεῖχον αὐτῷ τοῦ δανείσματος. καὶ πρῶτον ὑμῖν ἀναγνώσεται αὐτὴν τὴν συγγραφήν.“Συγγραφή”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

