This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
‘σὺ οὖν’, ἔφη, ‘τὸν πλοῦν τοῦτον οἶσθα ἐφ᾽ ὅ τι πλεῖς ἢ ποῖ;’ ἀποκριναμένου δέ μου ὅτι οὐκ εἰδείην, ‘ἀλλ᾽ ἐγώ σοι’, ἔφη, ‘ἐρῶ: δεῖ γάρ σε ἀκούσαντα ὀρθῶς βουλεύσασθαι. μέλλεις γάρ’, ἔφη, ‘ἄγειν ἄνδρα φυγάδα, οὗ Ἀθηναῖοι θάνατον δὶς κατεψηφίσαντο, Καλλίστρατον ἐκ Μεθώνης εἰς Θάσον ὡς Τιμόμαχον τὸν κηδεστήν, ὡς ἐγώ’, ἔφη, ‘πέπυσμαι τῶν παίδων τῶν Καλλίππου. σὺ οὖν, ἐὰν σωφρονῇς, οὐδένα τῶν φευγόντων ἐάσεις ἐπὶ τὴν ναῦν ἀναβαίνειν: οὐ γὰρ ἐῶσιν οἱ νόμοι’.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

