This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[53]
ἀλλ᾽ ἐπεισελθόντες εἰς τὸ χωρίον (γεωργῶ δὲ πρὸς τῷ ἱπποδρόμῳ, καὶ οἰκῶ ἐνταῦθα ἐκ μειρακίου) πρῶτον μὲν ἐπὶ τοὺς οἰκέτας ᾖξαν, ὡς δὲ οὗτοι διαφεύγουσιν αὐτοὺς καὶ ἄλλος ἄλλῃ ἀπεχώρησαν, ἐλθόντες πρὸς τὴν οἰκίαν καὶ ἐκβαλόντες τὴν θύραν τὴν εἰς τὸν κῆπον φέρουσαν Εὔεργός τε οὑτοσὶ ὁ ἀδελφὸς ὁ Θεοφήμου καὶ Μνησίβουλος ὁ κηδεστὴς αὐτοῦ, οἷς οὐδεμίαν δίκην ὠφλήκειν οὐδὲ προσῆκεν αὐτοὺς ἅπτεσθαι τῶν ἐμῶν οὐδενός, εἰσελθόντες ἐπὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία ἐξεφορήσαντο ὅσα ἔτι ὑπόλοιπά μοι ἦν σκεύη ἐν τῇ οἰκίᾳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

